GREGORY THAUMATURGUS - ORIGEN AND PHILOSOPHY

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

The Oration and Panegyric addressed to Origen (In Origenem Oratio Panegyrica), extracts from 6 and 13

Greek text from Migne PG, Vol. 10, Cols. 1068 and 1088

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

The Migne version of the complete Greek text of this work (at Google Books) and an English translation (with a facility for viewing it alongside) can be accessed through the website along with a very large number of other such complete texts.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

ς′. δ ὑποδεξάμενος ἐξ ἡμέρας τῆς πρώτης, (τῆς ὄντως ἐμοὶ πρώτης, τῆς τιμιωτάτης πασῶν, εἰ δεῖ λέγειν, ἡμερῶν, ὅτε μοι πρῶτον ἀληθινὸς ἀνατέλλειν ἥλιος ἤρξατο), πρῶτον μέν, ὥσπερ θῆράς τινας ἀγρίους ἰχθύας, τινας ὄρνεις, ἐμπεσόντας μὲν εἰς τὰς ἄρκυς εἰς τὰς σαγήνας, ἐξολισθαίνειν δὲ καὶ ἀποδιδράσκειν πειρωμένους, ἀναχωρεῖν τε ἀπ αὐτοῦ βουλομένους ἐπὶ τὴν Βηρυτὸν ἐπὶ τὴν πατρίδα, συνδήσασθαι πάντα τρόπον ἐμηχανήσατο· πάντας λόγους στρέφων, καὶ πάντα κάλων (τοῦτο δὴ τὸ τοῦ λόγου) κινῶν, καὶ πάσας τὰς δυνάμεις αὐτοῦ προχειριζόμενος· ἐπαινῶν μὲν φιλοσοφίας ἐραστὰς, μακροῖς τοῖς ἐπαίνοις καὶ πολλοῖς τοῖς τε προσήκουσι· τούτους μόνους ζῇν ὄντως τὸν λογικοῖς προσήκοντα βίον, λέγων, τοὺς ὀρθῶς βιοῦν ἐπιτηδεύοντας, ἑαυτούς τε γινώσκοντας, πρῶτον οἵτινές εἰσι, κἄπειτα τὰ ὄντως ἀγαθὰ μεταδιώκειν ἄνθρωπον χρή καὶ τὰ ἀληθῶς κακά ὧν ἀποτρέχειν δεῖ· ψέγων δὲ τὴν ἀμαθίαν, καὶ πάντας τοὺς ἀμαθεῖς· πολλοὶ δὲ οὗτοι ὅσοι θρεμμάτων δίκην τυφλώττοντες τὸν νοῦν, οὐδ αὐτὸ τοῦτο ὅπερ εἰσὶν ἐγνωκότες, ὥσπερ ἄλογοι πεπλανημένοι, ἀγαθὸν κακὸν τι ποτέ ἐστιν, ὅλως οὔτε εἰδότες αὐτοὶ, οὔτε μαθεῖν θέλοντες, ὡς ἐπὶ ἀγαθὸν ᾄττουσι καὶ ἐπτόηνται, χρήματα καὶ δόξας καὶ τιμὰς τὰς ἀπὸ τῶν πολλῶν καὶ τὴν τοῦ σώματος εὐεξίαν· αὐτά τε περὶ πολλοῦ καὶ τοῦ παντὸς τιθέμενοι, καὶ τῶν τεχνῶν ὅσαι ταῦτα ἐκπορίζεσθαι δύνανται, καὶ τῶν βίων ὅσοι ταῦτα παρέξονται, στρατιὰς καὶ τὴν δικανικὴν καὶ ἐκμάθησιν τὴν τῶν νόμων· ταῦθ ἅπερ ἡμᾶς ἀνέσειε, μάλιστα λέγων καὶ μάλα τεχνικῶς, τοῦ κυριωτάτου, φησί, τῶν ἐν ἡμῖν λόγου ἀμελήσαντας. Οὐκ ἔχω νῦν ἐγὼ λέγειν, ὅσας τοιαύτας ἐξήχει φωνὰς, προτρέπων φιλοσοφεῖν· οὐ μιᾶς ἡμέρας μόνης, ἀλλὰ καὶ πλειόνων ὅσων αὐτῷ προσῄειμεν τῶν πρώτων, βεβλημένοι μὲν ὥσπερ τινὶ βέλει τῷ παρ αὐτοῦ λόγῳ καὶ ἐκ πρώτης ἡλικίας (ἦν γάρ πως καὶ ἡδείᾳ τινὶ χάριτι καὶ πειθοῖ καί τινι ἀνάγκῃ μεμιγμένος), στρεφόμενοι δέ πως ἔτι καὶ λογιζόμενοι· καὶ φιλοσοφεῖν μὲν προσκαρτερήσαντες οὐδέπω πάντη πεπεισμένοι, ἀφίστασθαι δὲ πάλιν οὐκ οἶδ ὅπως, οὐ δυνάμενοι· ἀεὶ δὲ ὥσπερ ὑπό τισιν ἀνάγκαις μείζοσι τοῖς λόγοις αὐτοῦ πρὸς αὐτὸν ἑλκόμενοι. Ὅλως γὰρ οὐδ εὐσεβεῖν εἰς τὸν τῶν ὅλων Δεσπότην (τοῦτο δὴ μόνος τῶν ἐπὶ γῆς πάντων ζώων ἄνθρωπος ἔχειν ἐτιμήθη τε καὶ ἠξιώθη, καὶ εἰκότως πᾶς ὁστισοῦν, καὶ σοφὸς καὶ ἀμαθὴς, περιέχεται τούτου, ὅστις μὴ παντελῶς τὰς ἐννοίας ἀπολώλεκεν ὑπό τινος φρενοβλαβείας): οὐ τοίνυν οὐδὲ εὐσεβεῖν ὅλως δυνατὸν εἶναι ἔφασκεν, ὀρθῶς λέγων, μὴ φιλοσοφήσαντι· ἕως πολλοὺς τοιούτους ἄλλους ἐπ ἄλλοις ἐπαντλῶν λόγους, ὥσπερ τινὰς καταγεγοητευμένους, ἐπὶ τέλει ταῖς αὐτοῦ τέχναις ἀκινήτους ἀτεχνῶς, φέρων ἡμᾶς παριδρύσατο, λόγοις τοῖς αὐτοῦ, οὐκ οἶδ ὅπως, σύν τινι θείᾳ δυνάμει. Καὶ γὰρ καὶ φιλίας ἡμῖν κέντρον ἐνέσκηψεν οὐκ εὐκαταγώνιστόν τι, δριμὺ δὲ καὶ ἀνυτικώτατον, δεξιότητος καὶ διαθέσεως τῆς ἀγαθῆς, ὅση εὐνοητική τις ἡμῖν αὐταῖς φωναῖς αὐτοῦ προσφθεγγομένου καὶ ὁμιλοῦντος ἐνεφαίνετο· οὐκ ἐκπεριεῖναι ἡμᾶς ἄλλως λόγοις πειρωμένου, δεξιᾷ δὲ καὶ φιλανθρώπῳ καὶ χρηστοτάτῃ γνώμῃ σώζειν τε καὶ κοινωνοὺς τῶν τε ἐκ φιλοσοφίας ἀγαθῶν καταστήσασθαι, καὶ τῶν ἄλλων μάλιστα, ὅσα τὸ Θεῖον παρὰ τοὺς πολλούς, εἰ καὶ παρὰ πάντας ἴσως τοὺς νῦν ἀνθρώπους, αὐτῷ μόνῳ ἐδωρήσατο· τὸν διδάσκαλον εὐσεβείας, τὸν σωτήριον λόγον, πολλοῖς μὲν ἐπιφοιτῶντα, καὶ πάντας κατεργαζόμενον ὅσοις ἂν προστύχῃ (οὐ γάρ ἐστιν τι αὐτῷ ἐνστήσεται, πάντων καὶ ὄντι καὶ ἐσομένῳ βασιλεῖ) κρυπτόμενον δὲ, καὶ οὐ γινωσκόμενον οὔτε ῥᾳδίως οὔτε καὶ δυσχερῶς τοῖς πολλοῖς, ὡς ἐρωτηθέντας ἔχειν περὶ αὐτοῦ σαφὲς εἰπεῖν. Οἷος οὖν τις σπινθήρ ἐνσκήψας μέσῃ τῇ ψυχῇ ἡμῶν, ἀνήπτετό τε καὶ ἐξεκαίετο, τε πρὸς τὸν ἁπάντων ὑπὸ κάλλους ἀῤῥήτου ἐπακτικώτατον αὐτὸν Λόγον τὸν ἱερὸν τὸν ἐρασμιώτατον, καὶ πρὸς τὸν ἄνδρα τόνδε, τὸν αὐτοῦ φίλον καὶ προήγορον ἔρως· μάλιστα τετρωμένος, ἁπάντων τῶν δοκούντων ἡμῖν προσήκειν πραγμάτων μαθημάτων, τῶν τε ἄλλων καὶ αὐτῶν τῶν καλῶν μου νόμων, ἀμελεῖν ἐπειθόμην· πατρίδος τε καὶ οἰκείων, τῶν τε παρόντων ἐνταῦθα, καὶ οἷς ἀπεδημήσαμεν· ἕν δέ μοι φίλον ἦν καὶ ἀγαπώμενον, φιλοσοφία τε καὶ ταύτης καθηγεμὼν οὗτος θεῖος ἄνθρωπος.....

ΙΔ′ Ἐπὶ τῇ ἄλλῃ πάσῃ φιλοπονίᾳ καὶ σπουδῇ, τὴν περὶ θεολογίας διδασκαλίαν καὶ εὐλάβειαν πῶς ἂν ἐξέλθοιμι τῷ λόγῳ, εἰς αὐτὴν τὴν διάθεσιν εἰσδὺς τοῦ ἀνδρός, σὺν οἵᾳ γνώμῃ καὶ παρασκευῇ τοὺς περὶ τοῦ Θείου πάντας ἐκμανθάνειν ἡμᾶς ἤθελε λόγους, φυλαττόμενος μή πη κινδυνεύσαιμεν περὶ τὸ ἀναγκαιότατον ἁπάντων, τὴν τοῦ πάντων αἰτίου γνῶσιν· φιλοσοφεῖν μὲν γὰρ ἠξίου, ἀναλεγομένους τῶν ἀρχαίων πάντα ὅσα καὶ φιλοσόφων καὶ ὑμνῳδῶν ἐστι γράμματα πάσῃ δυνάμει μηδὲν ἐκποιουμένους, μηδ ἀποδοκιμάζοντας (οὐδέπω γὰρ οὐδὲ τὴν κρίσιν ἔχειν ἐδυνάμεθα), πλὴν ὅσα τῶν ἀθέων εἴη, ὅσοι ἐκκυλισθέντες ὁμοῦ καὶ τῶν ἀνθρωπίνων ἐννοιῶν, οὐκ εἶναι Θεὸν Πρόνοιαν λέγουσι (ταῦτα γὰρ οὔτ ἀναγινώσκειν ἄξιον, ἵνα μηδ ἐν τῷ τυχόντι μολύνοιθ ἡμῖν ψυχή, εὐσεβεῖν μέλλουσα, λόγων δὲ ἀκούουσα ὑπεναντίων τῇ τοῦ Θεοῦ θεραπείᾳ.....