GREGORY OF NYSSA - THE “SELF-EMPTYING” OF THE GODHEAD

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Against Eunomius, 5. 5

Greek text from Migne PG, Vol. 45, Col. 705

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

The Migne version of the complete Greek text of this work (at Google Books) and an English translation (with a facility for viewing it alongside) can be accessed through the website along with a very large number of other such complete texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

Κενοῦται μὲν γὰρ θεότης, ἵνα χωρητὴ τῇ ἀνθρωπίνῃ φύσει γένηται· ἀνακαινοῦται δὲ τὸ ἀνθρώπινον, διὰ τῆς πρὸς τὸ θεῖον ἀνακράσεως θεῖον γινόμενον. Ὡς γὰρ οὐ κρατεῖται πνεῦμα ἐν ὕδατι, ὅταν τινὶ τῶν βαρυτέρων συγκατασπασθὲν ἐναποληφθῇ τῷ βάθει τοῦ ὕδατος, ἀλλ' ἐπὶ τὸ συγγενὲς ἀνατρέχει· τὸ δὲ ὕδωρ πολλάκις τῇ ἀναδρομῇ τοῦ πνεύματος συνεπαίρεται, ἐν λεπτῇ τινι καὶ ὑμενώδει τῇ ἐπιφανείᾳ τῷ ἀερώδει κύκλῳ περικυρτούμενον· οὕτω καὶ τῆς ἀληθινῆς ζωῆς τῆς ἐγκειμένης τῇ σαρκὶ πρὸς ἑαυτὴν μετὰ τὸ πάθος ἀναδραμούσης· καὶ περὶ αὐτὴν σὰρξ συνεπῄρθη, ὑπὸ τῆς θεϊκῆς ἀθανασίας, ἀπὸ τῆς φθορᾶς συνανωσθεῖσα ἐπὶ τὸ ἄφθαρτον. Καὶ ὥσπερ τὸ ἐν τῷ ξύλῳ πῦρ ἐντὸς πολλάκις τῆς ἐπιφανείας κρυπτόμενον, λανθάνει τῶν ὁρώντων τῶν ἁπτομένων τὴν αἴσθησιν· ἀναζωπυρούμενον δὲ φανεροῦται· οὕτως καὶ ἐν τῷ θανάτῳ ὂν πεποίηται κατ' ἐξουσίαν διαζεύξας τὴν ψυχὴν ἀπὸ τοῦ σώματος, εἰπὼν πρὸς τὸν ἴδιον Πατέρα ὅτι Ἐν ταῖς χερσί σου παρατίθεμαι τὸ πνεῦμά μου· , καθώς φησιν, ἐξουσίαν ἔχων πάλιν λαβεῖν αὐτήν, οὗτος τῆς ἐν ἀνθρώποις αἰσχύνης καταφρονήσας, διὰ τὸ εἶναι τῆς δόξης Κύριος, οἱονεὶ συγκαλύψας τὸ τῆς ζωῆς ἐμπύρευμα τῇ φύσει τοῦ σώματος, ἐν τῇ κατὰ τὸν θάνατον οἰκονομίᾳ, πάλιν ἀνῆψέ τε καὶ ἀνεζωπύρησε τῇ δυνάμει τῆς ἰδίας θεότητος, τὸ νεκρωθὲν ἀναθάλψας, καὶ οὕτως τῷ ἀπείρῳ τῆς θεϊκῆς δυνάμεως τὴν βραχεῖαν ἐκείνην τῆς φύσεως ἡμῶν ἀπαρχὴν ἀναχέας· ὅπερ αὐτὸς ἦν, τοῦτο κἀκεῖνο ἐποίησε, τὴν δουλικὴν μορφὴν Κύριον· καὶ τὸν ἄνθρωπον τὸν ἐκ Μαρίας Χριστὸν· καὶ τὸν σταυρωθέντα ἐξ ἀσθενείας ζωὴν καὶ δύναμιν· καὶ πάντα ὅσα ἐν τῷ Θεῷ Λόγῳ κατὰ τὸ εὐσεβὲς θεωρεῖται, καὶ ἐν τῷ ἀναληφθέντι παρὰ τοῦ Λόγου ποιήσας· Ὡς μὴ κατά διαίρεσιν ἰδιαζόντως ἐφ' ἑκατέρου ταῦτα δοκεῖν εἶναι, ἀλλὰ τῇ πρὸς τὸ θεῖον ἀνακράσει κατὰ τὸ ἐπικρατοῦν ἀναποιηθεῖσαν τὴν ἐπίκηρον φύσιν, μεταλαβεῖν τὴν τῆς θεότητος δύναμιν, ὡς εἴ τις λέγοι, ὅτι τὴν σταγόνα τοῦ ὄξους ἐμμιχθεῖσαν τῷ πελάγει θάλασσαν μίξις ἐποίησε, τῷ μηκέτι τὴν κατὰ φύσιν ποιότητα τοῦ ὑγροῦ τούτου ἐν τῇ ἀπειρίᾳ τοῦ ἐπικρατοῦντος συμμένειν· οὗτος ἡμέτερος λόγος οὐκ ἀριθμὸν Χριστῶν, καθὼς κατηγορεῖ Εὐνόμιος, ἀλλὰ ἕνωσιν τοῦ ἀνθρώπου πρὸς τὸ θεῖον πρεσβεύων, τὴν τοῦ θνητοῦ πρὸς τὸ ἀθάνατον, καὶ τὴν τοῦ δούλου πρὸς τὸν Κύριον, καὶ τὴν τῆς ἁμαρτίας πρὸς τὴν δικαιοσύνην, καὶ τὴν τῆς κατάρας πρὸς τὴν εὐλογίαν, καὶ τὴν τοῦ ἀνθρώπου πρὸς τὸν Χριστὸν μεταστοιχείωσιν, ποίησιν ὀνομάζων. Τίς οὖν ἔτι τοῖς συκοφάνταις ὑπολείπεται λόγος; Ὡς δύο Χριστοὺς ἡμῶν ἐν τῷ δόγματι κηρυσσόντων, εἰ τὸν ἐξ ἀρχῆς ἀκτίστως ἐκ τοῦ πατρὸς ὄντα, Κύριον καὶ Χριστὸν, καὶ Λόγον καὶ Θεὸν οὐ λέγομεν πεποιῆσθαι. Τὸν δὲ μακάριον Πέτρον ἐν βραχεῖ τὸ κατὰ τὴν σάρκα μυστήριον παροδικῶς ἐνδεικνύμενον λέγειν διοριζόμεθα, κατὰ τὴν προαποδεδειγμένην διάνοιαν. Ὅτι τὸ σταυρωθὲν ἐξ ἀσθενείας, καὶ αὐτὸ διὰ τὴν ἐπικρατήσασαν τοῦ ἐνοικήσαντος δύναμιν, ἐκεῖνο γέγονεν ὅπερ ἐνοικήσας ἐστί τε καὶ ὀνομάζεται, ὀνομάζεται δὲ Χριστὸς καὶ Κύριος, καθὼς εἰρήκαμεν.