GREGORY OF NYSSA - THE LIFE OF ST MACRINA (excerpts)

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Life of St Macrina, excerpts

Greek text from Migne PG, Vol. 46, Col. 966 and following

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

The Migne version of the complete Greek text of this work (at Google Books) and an English translation (with a facility for viewing it alongside) can be accessed through the website along with a very large number of other such complete texts.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

Macrina has a profound influence on her brother Basil and her mother Emmelia.

Καὶ ἐπειδὴ τὸ κατὰ τὰς ἀδελφὰς πρὸς τὸ δοκοῦν ἑκάστῃ μετ' εὐσχημοσύνης μήτηρ ᾠκονομήσατο, ἐπάνεισιν ἐν τούτῳ τῶν παιδευτηρίων πολλῷ χρόνῳ προασκηθεὶς τοῖς λόγοις, πολὺς Βασίλειος, ἀδελφὸς τῆς προειρημένης. Λαβοῦσα τοίνυν αὐτὸν ὑπερφυῶς ἐπηρμένον τῷ περὶ τοὺς λόγους φρονήματι, καὶ πάντα περιφρονοῦντα τὰ ἀξιώματα, καὶ ὑπὲρ τοὺς ἐν τῇ δυναστείᾳ λαμπροὺς ἐπηρμένον τῷ ὄγκῳ, τοσούτῳ τάχει κἀκεῖνον πρὸς τὸν τῆς φιλοσοφίας σκοπὸν ἐπεσπάσατο, ὥστε ἀποστάντα τῆς κοσμικῆς περιφανείας, καὶ ὑπεριδόντα τοῦ διὰ τῶν λόγων θαυμάζεσθαι, πρὸς τὸν ἐργατικὸν τουτονὶ καὶ αὐτόχειρα βίον αὐτομολῆσαι, διὰ τῆς τελείας ἀκτημοσύνης, ἀνεμπόδιστον ἑαυτῷ τὸν εἰς ἀρετὴν βίον παρασκευάζοντα. Ἀλλ' μὲν ἐκείνου βίος, καὶ τὰ ἐφεξῆς ἐπιτηδεύματα, δι' ὧν ὀνομαστὸς ἐν πάσῃ τῇ ὑφ' ἥλιον γενόμενος, ἀπέκρυψε τῇ δόξῃ πάντας τοὺς ἐν ἀρετῇ διαλάμψαντας, μακρᾶς ἂν εἴη συγγραφῆς καὶ χρόνου πολλοῦ· ἐμοὶ δὲ πρὸς τὸ προκείμενον πάλιν λόγος τετράφθω. Ἐπειδὴ γὰρ πάσης ὑλωδεστέρας ζωῆς ὑπόθεσις ἤδη αὐτοῖς περικέκοπτο, πείθει τὴν μητέρα καταλιποῦσαν τὸν ἐν ἔθει βίον, καὶ τὴν κομπωδεστέραν διαγωγὴν, καὶ τὰς ἐκ τῶν ὑποχειρίων θεραπείας, αἷς προείθιστο κατὰ τὸν ἔμπροσθεν χρόνον, ὁμότιμον γενέσθαι τοῖς πολλοῖς τῷ φρονήματι, καὶ καταμῖξαι τὴν ἰδίαν ζωὴν τῇ μετὰ τῶν παρθένων διαγωγῇ, ὅσας εἶχε μεθ' ἑαυτῆς ἐκ δουλίδων καὶ ὑποχειρίων ἀδελφὰς, καὶ ὁμοτίμους ποιησαμένη·

 

 


 

Following the death of Macrina's fiancé Naucratius, Macrina and Emmelia make progress in the ascetic life.

Ἐπεὶ οὖν ἐπαύσατο τῇ μητρὶ, τε τῆς παιδοτροφίας φροντὶς καὶ τῆς παιδεύσεώς τε καὶ καταστάσεως τῶν τέκνων μέριμνα, καὶ αἱ πλείους τῆς ὑλωδεστέρας ζωῆς ἀφορμαὶ, εἰς τὰ τέκνα κατεμερίσθησαν· τότε, καθὼς προείρηται, γίνεται σύμβουλος τῆς μητρὸς τῆς παρθένου ζωὴ πρὸς τὴν ἐμφιλόσοφον ταύτην καὶ ἄϋλον τοῦ βίου διαγωγὴν· καὶ ἀποστήσασα τῶν ἐν συνηθείᾳ πάντων, πρὸς τὸ ἴδιον τῆς ταπεινοφροσύνης μέτρον μετήγαγεν· ὁμότιμον αὐτὴν γενέσθαι τῷ πληρώματι τῶν παρθένων παρασκευάσασα, ὡς καὶ τραπέζης μιᾶς, καὶ κοίτης, καὶ πάντων τῶν πρὸς τὴν ζωὴν κατὰ τὸ ἴσον συμμετέχειν αὐταῖς, πάσης τῆς κατὰ τὴν ἀξίαν διαφορᾶς ὑφαιρεθείσης αὐτῶν τῆς ζωῆς. Καὶ τοιαύτη τις ἦν τοῦ βίου τάξις, καὶ τοσοῦτον τὸ ὕψος τῆς φιλοσοφίας, καὶ σεμνὴ τῆς ζωῆς πολιτεία ἐν τῇ καθ' ἡμέραν τε καὶ νύκτα διαγωγῇ, ὡς ὑπερβαίνειν τὴν ἐκ τῶν λόγων ὑπογραφήν. Καθάπερ γὰρ αἱ διὰ θανάτου τῶν σωμάτων ἐκλυθεῖσαι ψυχαὶ, καὶ τῶν κατὰ τὸν βίον τοῦτον μεριμνῶν συνεκλύονται, οὕτως κεχώριστο αὐτῶν ζωὴ, καὶ ἀπῴκιστο πάσης βιωτικῆς ματαιότητος, καὶ πρὸς μίμησιν τῆς τῶν ἀγγέλων διαγωγῆς ἐῤῥυθμίζετο. Ἐν οἷς γὰρ οὐ θυμός, οὐ φθόνος, οὐ μῖσος, οὐχ ὑπεροψία, οὐκ ἄλλο τι τῶν τοιούτων ἐνεωρᾶτο· τε τῶν ματαίων ἐπιθυμία, τιμῆς τε καὶ δόξης, καὶ τύφου, καὶ ὑπερηφανίας, καὶ πάντων τῶν τοιούτων ἐκβεβλημένων. Τρυφὴ δὲ ἦν ἐγκράτεια, καὶ δόξα τὸ μὴ γινώσκεσθαι. Πλοῦτος δὲ ἦν ἀκτημοσύνη, καὶ τὸ πᾶσαν τὴν ὑλικὴν περιουσίαν, οἷόν τινα κόνιν τῶν σωμάτων, ἀποτινάξασθαι. Ἔργον δὲ τῶν κατὰ τὴν ζωὴν ταύτην σπουδαζομένων οὐδέν, ὅτι μὴ πάρεργον. Μόνη δὲ τῶν θείων μελέτη, καὶ τὸ τῆς προσευχῆς ἀδιάλειπτον, καὶ ἄπαυστος ὑμνῳδία· κατὰ τὸ ἴσον συμπαρατεινομένη τῷ χρόνῳ, διὰ νυκτὸς καὶ ἡμέρας πάσης· ὥστε αὐταῖς καὶ ἔργον εἶναι τοῦτο καὶ ἔργον, ἀνάπαυσιν. Τὴν τοίνυν τοιαύτην διαγωγὴν τίς ἂν ὑπ' ὄψιν ἀγάγοι λόγος ἀνθρώπινος; Παρ' οἷς μεθόριος ἦν ζωὴ τῆς τε ἀνθρωπίνης καὶ τῆς ἀσωμάτου φύσεως. Τὸ μὲν γὰρ ἐλευθερωθῆναι τῶν ἀνθρωπίνων παθημάτων τὴν φύσιν κρεῖττον κατὰ ἄνθρωπον ἦν· τὸ δὲ ἐν σώματι φαίνεσθαι καὶ σχήματι περιειλῆφθαι, καὶ τοῖς αἰσθητικοῖς ὀργάνοις συζῇν, ἐν τούτῳ τῆς ἀγγελικῆς τε καὶ ἀσωμάτου φύσεως τὸ ἔλαττον εἶχον. Τάχα δ' ἄν τις τολμήσας εἴποι μηδὲ καταδεέστεραν τὴν παραλλαγὴν εἶναι· ὅτι σαρκὶ συζῶντες, καθ' ὁμοιότητα τῶν ἀσωμάτων δυνάμεων, οὐκ ἐβαροῦντο τῷ ἐφολκίῳ τοῦ σώματος· ἀλλ' ἀνωφερής τε καὶ μετέωρος ἦν αὐτῶν ζωὴ, ταῖς οὐρανίαις συμμετεωροποροῦσα δυνάμεσι· χρόνος ἦν τῆς τοιαύτης διαγωγῆς, οὐκ ὀλίγος· καὶ συνηύξετο τῷ χρόνῳ τὰ κατορθώματα, ἀεὶ πρὸς τὸ καθαρώτερον ταῖς τῶν ἐφευρισκομένων ἀγαθῶν προσθήκαις τῆς φιλοσοφίας ἐπιδιδούσης.

 

 


 

Macrina's influence on her youngest brother Peter.

Ἦν δὲ αὐτῇ, μάλιστα πρὸς τὸν μέγαν τοῦτον τοῦ βίου σκοπὸν ὑπηρετῶν, ἀδελφός τις ὁμογάστριος, Πέτρος ὄνομα αὐτῷ, ἐφ' ἔληξαν τῆς μητρὸς ἡμῶν αἱ ὠδῖνες. Οὗτος γὰρ ἦν τελευταῖος τῶν ὠδίνων βλαστός· ὃς ὁμοῦ τε υἱὸς, καὶ ὀρφανὸς ὠνομάσθη· ἅμα γὰρ τῷ παρελθεῖν τοῦτον εἰς φῶς, καταλείπει πατὴρ τὸν βίον. Ἀλλ' πρεσβυτάτη τῶν ἀδελφῶν, περὶ ἧς λόγος, μικρὰ τῆς θηλῆς αὐτὸν παρὰ τὴν πρώτην γένεσιν μετασχόντα, εὐθὺς ἀποσπάσασα τῆς τιθηνουμένης, δι' ἑαυτῆς ἀνατρέφει καὶ ἐπὶ πᾶσαν τὴν ὑψηλοτέραν ἤγαγε παίδευσιν, τοῖς ἱεροῖς τῶν μαθημάτων ἐκ νηπίων αὐτὸν ἐνασκήσασα, ὡς μὴ δοῦναι τῇ ψυχῇ σχολὴν πρός τι τῶν ματαίων ἐπικλιθῆναι. Ἀλλὰ πάντα γενομένη τῷ νέῳ, πατήρ, διδάσκαλος, παιδαγωγός, μήτηρ, ἀγαθοῦ παντὸς σύμβουλος, τοιοῦτον αὐτὸν ἀπειργάσατο, ὡς πρὶν ἐξελθεῖν τὴν ἡλικίαν τῶν παίδων ἔτι ἐν μειρακιώδει, τῇ ἀπαλότητι τῆς ἡλικίας ἀνθοῦντα, πρὸς τὸν ὑψηλὸν τῆς φιλοσοφίας σκοπὸν ἐπαρθῆναι. Καί τινι φύσεως εὐκληρίᾳ πρὸς πᾶσαν τέχνην ἰδέαν τὴν διὰ χειρὸς ἐνεργουμένην ἐπιτηδείως ἔχειν, ὡς μηδενὸς καθηγουμένου, διὰ πάσης ἀκριβείας ἑκάστου τὴν ἐπιστήμην κατωρθωκέναι, ὧν χρόνῳ καὶ πόνῳ τοῖς πολλοῖς μάθησις γίνεται. Οὗτος τοίνυν τῆς περὶ τοὺς ἔξωθεν τῶν λόγων ἀσχολίας ὑπεριδών, ἱκανὴν δὲ διδάσκαλον παντὸς ἀγαθοῦ μαθήματος τὴν φύσιν ἔχων, ἀεί τε πρὸς τὴν ἀδελφὴν βλέπων, καὶ σκοπὸν ἀγαθοῦ παντὸς ἐκείνην ποιούμενος, εἰς τοσοῦτον ἐπέδωκεν ἀρετῆς εἶδος, ὡς μηδὲν ἔλαττον τοῦ μεγάλου Βασιλείου δοκεῖν ἔχειν ἐν τοῖς κατ' ἀρετὴν προτερήμασιν ἐν τῷ μετὰ ταῦτα βίῳ. Τότε δὲ ἀντὶ πάντων ἦν τῇ ἀδελφῇ καὶ τῇ μητρὶ, συνεργῶν αὐταῖς πρὸς τὴν ἀγγελικὴν ἐκείνην ζωήν. Ὅς ποτε καὶ σιτολειψίας χαλεπῆς γεγενημένης, καὶ πολλῶν πανταχόθεν κατὰ φήμην τῆς εὐποιίας πρὸς τὴν ἐσχατιάν, ἐν κατῴκουν, ἐπιῤῥεόντων· τοσοῦτον δι' ἐπινοιῶν τὰς τροφὰς ἐπλεόνασεν, ὡς τῷ πλήθει τῶν ἐπιφοιτώντων, πόλιν εἶναι τὴν ἐρημίαν δοκεῖν.

 

 


 

Visiting his sister near the end of her life Gregory finds her weak and close to death, yet still speaking in moving terms about her Christian faith and hope.

Καὶ ὡς ἂν μηδεμίαν ἐπαγάγοι τῇ ἐμῇ ψυχῇ δυσθυμίαν, τὸν στεναγμὸν κατεπράϋνε, καὶ τὴν συνοχὴν τοῦ ἄσθματος κρύπτειν πως ἐβιάζετο· διὰ πάντων τε πρὸς τὸ εὐθυμότερον μεθηρμόζετο, τῶν καταθυμίων λόγων αὐτή τε κατάρχουσα, καὶ ἡμῖν τὰς ἀφορμὰς, δι' ὧν ἠρώτα, παρασκευάζουσα. Τῆς δὲ περὶ τοῦ μεγάλου Βασιλείου μνήμης τῇ ἀκολουθίᾳ τοῦ λόγου παρεμπεσούσης, ἐμοὶ μὲν ἐπώκλαζεν ψυχὴ καὶ συνέπιπτεν ἐν κατηφείᾳ τὸ πρόσωπον· δὲ τοσοῦτον ἀπέσχε τῷ ἡμετέρῳ συνταπεινωθῆναι πάθει, ὥστε ἀφορμὴν ποιησαμένη τῆς ὑψηλοτέρας φιλοσοφίας τὴν περὶ τοῦ Ἁγίου μνήμην, τοιούτους διεξῆλθε λόγους φυσιολογοῦσά τε τὸ ἀνθρώπινον, καὶ τὴν θείαν οἰκονομίαν τὴν διὰ τῶν σκυθρωπῶν κεκρυμμένην τῷ λόγῳ διακαλύπτουσα· τά τε περὶ τῆς μελλούσης ζωῆς, καθάπερ θεοφορουμένη τῷ ἁγίῳ Πνεύματι διεξιοῦσα· ὥστε μοι τὴν ψυχὴν ἔξω μικροῦ δεῖν τῆς ἀνθρωπίνης φύσεως εἶναι δοκεῖν συνεπαρθεῖσαν τοῖς λεγομένοις, καὶ ἐντὸς τῶν οὐρανίων ἀδύτων τῇ χειραγωγίᾳ τοῦ λόγου καθισταμένην. Καὶ ὥσπερ ἐπὶ τῆς τοῦ Ἰὼβ ἱστορίας ἀκούομεν, ὅτι πανταχόθεν τῇ σηπεδόνι τῶν τραυμάτων ὅλῳ τῷ σώματι δι' ἰχώρων ἀνὴρ συντηκόμενος, οὐ πρὸς τὸ ἀλγύνον τὴν αἴσθησιν τοῖς λογισμοῖς ἐπεκλίνετο, ἀλλ' ἐν μὲν τῷ σώματι, τὸ ἀλγοῦν εἶχεν· δὲ πρὸς τὴν ἰδίαν ἐνέργειαν οὐκ ἠμβλύνετο, οὐδὲ διέκοπτε τὸν λόγον τοῖς ὑψηλοτέροις ἐμβατεύοντα· τοιοῦτόν τι καὶ ἐπὶ τῆς μεγάλης ἑώρων ἐκείνης, τοῦ πυρετοῦ πᾶσαν τὴν δύναμιν αὐτῆς καταφρύγοντος, καὶ πρὸς τὸν θάνατον συνελαύνοντος, καθάπερ δρόσῳ τινὶ τὸ σῶμα ἑαυτῆς ἀναψύχουσα, οὕτως ἀπαραπόδιστον εἶχεν ἐν τῇ περὶ τῶν ὑψηλῶν θεωρίᾳ τὸν νοῦν, οὐδὲν ὑπὸ τῆς τοσαύτης ἀῤῥωστίας παραβλαπτόμενον. Καὶ εἰ μὴ πρὸς ἄπειρον ἐξετείνετο μῆκος συγγραφή, πάντα ἂν καθεξῆς διηγησάμην· ὅπως ἐπήρθη τῷ λόγῳ περί τε τῆς ψυχῆς ἡμῖν φιλοσοφοῦσα, καὶ τῆς διὰ σαρκὸς ζωῆς τὴν αἰτίαν διεξιοῦσα· καὶ ὅτου χάριν ἄνθρωπος, καὶ ὅπως θνητὸς· καὶ ὅθεν θάνατος· καὶ τίς ἀπὸ τούτου πρὸς τὴν ζωὴν πάλιν ἀνάλυσις. Ἐν οἷς ἅπασιν, ὥσπερ ἐμπνευσθεῖσα τῇ δυνάμει τοῦ ἁγίου Πνεύματος πάντα διεξῄει σαφῶς τε καὶ ἀκολούθως, ἐν εὐκολίᾳ πάσῃ τοῦ λόγου ῥέοντος καθάπερ ἐκ πηγῆς τινος, καὶ ἀπαραποδίστως πρὸς τὸ πρανὲς φερομένου τοῦ ὕδατος.