GREGORY OF NYSSA - ON SLAVERY

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

In Ecclesiasten Homiliae - The start of Homily IV

Greek text from Migne PG, Vol. 44, Col. 664 and following

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. Click here for a version of this page which is linked to the Perseus website morphology and lexicon.)

 

Ἔτι ἡμῖν τῆς ἐξομολογήσεως τόπος παρακατέχει τὸν λόγον. Πάντα γὰρ σχεδὸν διεξέρχεται τὰ ἑαυτοῦ διηγούμενος, δι ὧν τῶν κατὰ τὸν βίον τοῦτον πραγμάτων ματαιότης γνωρίζεται. Νῦν δὲ καθάπερ μείζονός τινος κατηγορίας ἅπτεται τῶν αὐτῷ πεπραγμένων, ἐξ ὧν τὸ κατὰ τὴν ὑπερηφανίαν διαβάλλεται πάθος. Τί γὰρ τοσοῦτον εἰς τῦφον ἐν τοῖς ἀπηριθμημένοις ἐστίν, οἶκος πολυτελὴς, καὶ πλῆθος ἀμπέλων, καὶ ἐν κήποις ὥρα καὶ τῶν ὑδάτων, τε κατὰ τὰς κολυμβήθρας σύστασις, καὶ ἐν παραδείσοις διάχυσις, ὅσον τὸ ἄνθρωπον ὄντα, δεσπότην ἑαυτὸν τῶν ὁμοφύλων οἴεσθαι; « Ἐκτησάμην » γάρ, φησί, « δούλους καὶ παιδίσκας, καὶ οἰκογενεῖς ἐγένοντό μοι. »
Ὁρᾷς τὸν ὄγκον τῆς ἀλαζονείας; Θεῷ ἄντικρυς τοιαύτη φωνὴ ἀντεπαίρεται· τὰ σύμπαντα γὰρ δοῦλα εἶναι τῆς πάντων ὑπερκειμένης ἐξουσίας, παρὰ τῆς προφητείας ἠκούσαμεν. οὖν κτῆμα ἑαυτοῦ τὸ τοῦ Θεοῦ κτῆμα ποιούμενος, ἐπιμερίζων τε τῷ γένει τὴν δυναστείαν, ὡς ἀνδρῶν τε καὶ γυναικῶν κύριον ἑαυτὸν οἴεσθαι, τί ἄλλο καὶ οὐχὶ διαβαίνει τῇ ὑπερηφανίᾳ τὴν φύσιν, ἄλλο τι ἑαυτὸν παρὰ τοὺς ἀρχομένους βλέπων;
« Ἐκτησάμην δούλους καὶ παιδίσκας. » Δουλείᾳ καταδικάζεις τὸν ἄνθρωπον, οὗ ἐλευθέρα φύσις καὶ αὐτεξούσιος, καὶ ἀντινομοθετεῖς τῷ Θεῷ, ἀνατρέπων αὐτοῦ τὸν ἐπὶ τῇ φύσει νόμον. Τὸν γὰρ ἐπὶ τούτῳ γενόμενον, ἐφ τε κύριον εἶναι τῆς γῆς, καὶ εἰς ἀρχὴν τεταγμένον παρὰ τοῦ πλάσαντος, τοῦτον ὑπάγεις τῷ τῆς δουλείας ζυγῷ, ὥσπερ ἀντιβαίνων τε καὶ μαχόμενος τῷ θείῳ προστάγματι.
Ἐπιλέλησαι τῶν τῆς ἐξουσίας ὅρων, ὅτι σοι μέχρι τῆς τῶν ἀλόγων ἐπιστασίας ἀρχὴ περιώρισται. Ἀρχέτωσαν γάρ, φησί, πετεινῶν καὶ ἰχθύων καὶ τετραπόδων. Πῶς παρελθὼν τὴν ὑποχείριόν σοι δουλείαν κατ αὐτῆς ἐπαίρῃ τῆς ἐλευθέρας φύσεως μετὰ τῶν τετραπόδων καὶ τῶν ἀπόδων ἀριθμῶν τὸ ὁμόφυλον; « Πάντα ὑπέταξας τῷ ἀνθρώπῳ, » βοᾷ διὰ τῆς προφητείας Λόγος καὶ ὑπο ἀριθμὸν ἄγει τὰ ὑποχείρια τῷ λόγῳ, « κτήνη, καὶ βόας καὶ πρόβατα. » Μὴ ἐκ τῶν κτηνῶν σοι γεγόνασιν ἄνθρωποι; Μὴ αἱ βόες σοι τὴν ἀνθρωπίνην γονὴν ἐτεκνώσαντο; Μία γὰρ δουλεία τῶν ἀνθρώπων τὰ ἄλογα. Ἐξανατέλλων γὰρ χόρτον τοῖς κτήνεσιν, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Σὺ δὲ τὴν φύσιν δουλείας καὶ κυριότητος σχίσας, αὐτὴν ἑαυτῇ δουλεύειν, καὶ ἑαυτῆς κυριεύειν ἐποίησας.
« Ἐκτησάμην γὰρ δούλους καὶ παιδίσκας. » Ποίας, εἰπέ μοι, τιμῆς; Τί εὗρες ἐν τοῖς οὖσι τῆς φύσεως ταύτης ἀντάξιον; Πόσου κέρματος ἐτιμήσω τὸν λόγον; Πόσοις ὀβολοῖς τὴν εἰκόνα τοῦ Θεοῦ ἀντεστάθμησας; Πόσων στατήρων τὴν θεόπλαστον φύσιν ἀπενεπώλησας; Εἶπεν Θεός, « Ποιήσωμεν ἄνθρωπον κατ εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν. » Τὸν καθ ὁμοιότητα τοῦ Θεοῦ ὄντα, καὶ πάσης ἄρχοντα τῆς γῆς, καὶ πάντων τῶν ἐπὶ τῆς γῆς τὴν ἐξουσίαν παρὰ τοῦ Θεοῦ κληρωσάμενον, τίς ἀπεμπολών, εἰπέ, τίς ὠνούμενος; Μόνου Θεοῦ τὸ δυνηθῆναι τοῦτο· μᾶλλον δὲ οὐδὲ αὐτοῦ σχεδὸν τοῦ Θεοῦ. « Ἀμεταμέλητα γὰρ αὐτοῦ, » φησί, « τὰ χαρίσματα. » Οὐκ ἂν οὖν Θεὸς τὴν φύσιν καταδουλώσειεν, ὅς γε καὶ αὐθαιρέτως ἡμᾶς τῇ ἁμαρτίᾳ δουλωθέντας εἰς ἐλευθερίαν ἀνεκαλέσατο. Εἰ δὲ Θεὸς οὐ δουλοῖ τὸ ἐλεύθερον, τίς ὑπερτιθεὶς τοῦ Θεοῦ τὴν ἑαυτοῦ δυναστείαν;
Πῶς δὲ καὶ πραθήσεται ἄρχων πάσης τῆς γῆς καὶ τῶν ἐπιγείων πάντων; Ἀνάγκη γὰρ πᾶσα καὶ τὸ κτῆμα τοῦ πωλουμένου συναποδίδοσθαι. Πόσου τῶν ὑπὸ πᾶσαν τὴν γῆν τιμησόμεθα; Εἰ δὲ ταῦτα ἀτίμητα, ὑπὲρ ταῦτα ποίας ἄξιος τιμῆς, εἰπέ μοι; Κἂν τὸν κόσμον, ὅλον εἴπῃς, οὐδὲ οὕτως εὗρες τὴν πρὸς ἀξίαν τιμήν. Οὐδὲ γὰρ ὅλον εἶπε τὸν κόσμον εἰδὼς τὴν ἀνθρωπίνην φύσιν ἀκριβῶς τιμᾶσθαι ἄξιον εἶναι τῆς ψυχῆς τοῦ ἀνθρώπου ἀντάλλαγμα. Ἄνθρωπος τοίνυν ὅταν ὤνιος , οὐδὲν ἕτερον τῆς γῆς κύριος ἐπὶ τὸ πωλητήριον ἄγεται. Οὐκοῦν συναποκηρυχθήσεται αὐτῷ δηλαδὴ καὶ ὑπάρχουσα κτίσις. Αὕτη δέ ἐστι γῆ τε καὶ νῆσοι, καὶ θάλασσα καὶ τὰ ἐν τούτοις πάντα. Τί οὖν καταθήσεται ὠνούμενος; Τί δὲ λήψεται ἀποδιδόμενος, τοσούτου κτήματος ἑπομένου τοῦ συναλλάγματος;
ἀλλὰ τὸ βραχὺ βιβλίδιον, καὶ ἐγγεγραμμένη συνθήκη καὶ τῶν ὀβολῶν ἀπαρίθμησις, δεσπότην σε τῆς εἰκόνος τοῦ Θεοῦ εἶναι σε ἠπάτησεν; τῆς ἀνοίας. Εἰ δὲ ἀπόλοιτο τὸ συμβόλαιον, εἰ δὲ ὑπὸ σητῶν διαφθαρείη τὰ γράμματα, εἰ δὲ ὕδατός ποθεν παρεμπεσοῦσα ῥανὶς ἐξαλείψειεν, ποῦ σοι τὰ τῆς δουλείας ἐνέχυρα; Ποῦ σοι τὰ τῆς δεσποτείας ἐφόδια; Οὐδὲν γὰρ ὁρῶ πλέον παρὰ τὸν ὑποχείριον ἐκ τοῦ ὀνόματός σοι προσγινόμενον, πλὴν τοῦ ὀνόματος. Τί γὰρ τῇ σῇ φύσει ἐξουσία προσέθηκεν; Οὐ χρόνον, οὐ προτερήματα· ἐκ τῶν αὐτῶν σοι γένεσις, ὁμοιότροπος ζωή, κατὰ τὸ ἴσον ἐπικρατεῖ τά τε τῆς ψυχῆς καὶ τὰ τοῦ σώματος πάθη, σοῦ τε τοῦ κυριεύοντος κἀκείνου τοῦ ὑπεζευγμένου τῇ κυριότητι ὀδύναι καὶ εὐθυμίαι, εὐφροσύναι καὶ ἀδημονίαι, λύπαι καὶ ἡδοναί, θυμοὶ καὶ φόβοι, νόσοι καὶ θάνατοι. Μή τις ἐν τούτοις διαφορὰ πρὸς τὸν δοῦλον τῷ κυριεύοντι; Οὐ τὸν αὐτὸν ἕλκουσιν ἀέρα διὰ τοῦ ἄσθματος; Οὐχ ὡσαύτως ὁρῶσι τὸν ἥλιον; Οὐχ ὁμοίως τῇ τῆς τροφῆς προσθήκῃ συντηροῦσι τὴν φύσιν; Οὐχ αἱ αὐταὶ τῶν σπλάγχνων κατασκευαί; Οὐ μία κόνις οἱ δύο μετὰ τὸν θάνατον; Οὐχὶ ἓν τὸ κριτήριον; Οὐ κοινὴ βασιλεία, καὶ γέεννα κοινή;
ἐν πᾶσι τὸ ἴσον ἔχων, ἐν τίνι τὸ πλέον ἔχεις, εἰπέ, ὥστε ἄνθρωπον ὄντα δεσπότην ἀνθρώπου σεαυτὸν οἴεσθαι; « Καὶ ἐκτησάμην, » λέγεις, « δούλους καὶ παιδίσκας. » Ὤσπερ αἰπόλιόν τι συβόσιον. Εἰπὼν γὰρ ὅτι « Ἐκτησάμην δούλους καὶ παιδίσκας, » προσέθηκε τὴν ἐν τοῖς ποιμνίοις καὶ βουκολίοις προσγενομένην εὐθυμίαν αὐτῷ. « Καὶ κτῆσις » γάρ, φησί, « βουκολίου καὶ ποιμνίου ἐγένετό μοι πολλή, » ὡς ἐν τῇ ἴσῃ τάξει τούτων τε κἀκείνων ὑπεζευγμένων τῇ ἐξουσίᾳ.