GREGORY OF NYSSA - AGAINST USURERS

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Oratio Contra Usurarios - excerpts

Greek text from Migne PG, Vol. 46, Col. 433 and following

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

.... Σὺ δὲ, πρὸς ὃν λόγος, ὅστις ποτ ἂν ᾖς, μίσησον τρόπον καπηλικόν, ἄνθρωπος ὢν. Ἁγάπησον ἀνθρώπους καὶ μὴ ἀργύριον· στῆσον μέχρι τούτου τὴν ἁμαρτίαν. Εἰπὲ τοῖς ποτέ σου φιλτάτοις τόκοις τὴν Ἰωάννου τοῦ βαπτιστοῦ φωνήν· Γεννήματα ἐχιδνῶν, πορεύεσθε ἀπ ἐμοῦ. Ὄλεθροι τῶν ἐχόντων ὑμᾶς καὶ λαμβανόντων ἐστέ· τέρπετε πρὸς ὀλίγον, ἀλλὰ χρόνοις ὕστερον ἀφ ὑμῶν ἰὸς πικρὸν γίνεται δηλητήριον τῇ ψυχῇ· ἀποφράττετε ζωῆς ὁδόν, κλείετε τῆς βασιλείας τὰς θύρας· μικρὸν τέρψαντες τὴν ὄψιν, καὶ τὴν ἀκοὴν περιηχήσαντες αἰωνίου λύπης γίνεσθε πρόξενοι. Ταῦτα εἰπὼν ἀπόταξαι πλεονασμῷ καὶ τόκοις, σύνταξαι δὲ φιλοπτωχίᾳ, Καὶ τὸν θέλοντα δανείσασθαι μὴ ἀποστραφῇς. Διὰ πενίαν σε ἱκετεύει καὶ ταῖς θύραις προσκάθηται· ἀπορῶν καταφεύγει πρὸς τὸν σὸν πλοῦτον, ἵνα γένῃ αὐτῷ τῆς χρείας ἐπίκουρος. Σὺ δὲ τοὐναντίον ποιεῖς· σύμμαχος γίνῃ πολέμιος· οὐ γὰρ αὐτῷ συμπράττεις, ὅπως ἂν καὶ τῆς ἀνάγκης ἐλευθερωθείη τῆς ἐπικειμένης, καί σοι ἀποπληρώσῃ τὸ δάνεισμα, ἀλλὰ σπείρεις τῷ στενουμένῳ κακὰ, τὸν γυμνὸν ἀπεκδύων, τὸν τετρωμένον ἐπιτραυματίζων, φροντίδας ἐπισυνάπτων ταῖς φροντίσι, καὶ λύπας τῇ λύπῃ. γὰρ ἔντοκον χρυσίον ὑποδεχόμενος ἀῤῥαβῶνα πενίας λαμβάνει ἐν προσχήματι εὐεργεσίας ὄλεθρον ἐπεισάγων τῇ οἰκίᾳ. Ὥσπερ γὰρ πυρεταίνοντι, καιομένῳ παρὰ τῆς θέρμης, δίψῃ δὲ σφοδροτάτῃ συνεχομένῳ, καὶ ἠναγκασμένως αἰτοῦντι τὸ πόμα, διδοὺς οἶνον δῆθεν ὑπὸ φιλανθρωπίας, εὐφραίνει μὲν πρὸς ὀλίγον τὴν κύλικα ἐφελκόμενον, ὀλίγου δὲ χρόνου παρελθόντος, σφοδρὸν καὶ δεκαπλασίονα τῷ κάμνοντι τὸν πυρετὸν ἀπεργάζεται· οὕτως παρέχων πένητι γέμοντα [πενίας] χρυσὸν, οὐ παύει τὴν ἀνάγκην, ἀλλ ἐπιτείνει τὴν συμφοράν.

Μὴ τοίνυν ζήσῃς μισάνθρωπον βίον ἐν φιλανθρωπίας προσχήματι μηδὲ, γένῃ ἰατρὸς ἀνδροφόνος, τὸ πρόσχημα μὲν τοῦ σῴζειν ἔχων διὰ τὸν πλοῦτον, ὡς ἐκεῖνος διὰ τὴν τέχνην· τῇ προαιρέσει δὲ κεχρημένος εἰς ἀπώλειαν τοῦ ἑαυτόν σοι καταπιστεύσαντος. Ἀργὸς καὶ πλεονεκτικὸς βίος τοῦ τοκίζοντος. Οὐκ οἶδε πόνον γεωργίας, οὐκ ἐπίνοιαν ἐμπορίας· ἐφ ἑνὸς δὲ τόπου κάθηται, τρέφων ἐπὶ τῆς ἑστίας θηρία. Ἄσπαρτα αὐτῷ βούλεται τὰ πάντα καὶ ἀνήροτα φύεσθαι· ἄροτρον ἔχει τὸν κάλαμον· χώραν, τὸν χάρτην· σπέρμα, τὸ μέλαν· ὑετὸν, χρόνον, αυξάνοντα αὐτῷ λανθανόντως τὴν τῶν χρημάτων ἐπικαρπίαν. Δρέπανόν ἐστιν αὐτῷ ἀπαίτησις· ἅλων, οἰκία, ἐφ ἧς λεπτύνει τὰς τῶν θλιβομένων οὐσίας. Τὰ πάντων ἴδια βλέπει. Εὔχεται τοῖς ἀνθρώποις ἀνάγκας καὶ συμφοράς, ἵνα πρὸς αὐτὸν ἠναγκασμένως ἀπέλθωσι. Μισεῖ τοὺς ἑαυτοῖς ἀρκοῦντας, καὶ τοὺς μὴ δεδανεισμένους ἐχθροὺς ἡγεῖται. Προσεδρεύει τοῖς δικαστηρίοις, ἵνα εὕρῃ τὸν στενούμενον τοῖς ἀπαιτηταῖς, καὶ τοῖς πράκτορσιν ἀκολουθεῖ, ὡς ταῖς παρατάξεσι καὶ τοῖς πολέμοις οἱ γῦπες. Περιφέρει τὸ βαλάντιον, καὶ δείκνυσι τοῖς πνιγομένοις τῆς θήρας δέλεαρ, ἵν ἐκείνῳ διὰ τὴν χρείαν περιχήναντες, συγκαταπίωσι τοῦ τόκου τὸ ἄγκιστρον. Καθ ἡμέραν ἀριθμεῖ τὸ κέρδος, καὶ τῆς ἐπιθυμίας οὐκ ἐμπίμπλαται. Ἄχθεται πρὸς τὸν χρυσὸν τὸν ἐπὶ τῆς οἰκίας ἀποκείμενον, διότι κεῖται ἀργὸς καὶ ἄπρακτος. Μιμεῖται τοὺς γεωργοὺς τοὺς ἀπὸ τῶν σωρῶν ἀεὶ σπέρματα αἰτοῦντας. Οὐκ ἀνίησι τὸν ἄθλιον χρυσόν, ἀλλ ἐκ χειρῶν εἰς χεῖρας μετάγει. Βλέπεις γοῦν τὸν πλούσιον καὶ πολύχρυσον πολλάκις μηδὲ ἓν νόμισμα ἔχοντα ἐπὶ τῆς οἰκίας, ἀλλ ἐν χάρταις τὰς ἐλπίδας, ἐν ὁμολογίαις τὴν ὑπόστασιν, μηδὲν ἔχοντα καὶ πάντα κατέχοντα· πρὸς τοὐναντίον τοῦ ἀποστολικοῦ γράμματος κεχρημένον τῷ βίῳ, πάντα διδόντα τοῖς αἰτήσασιν, οὐ διὰ φιλάνθρωπον γνώμην, ἀλλὰ διὰ φιλάργυρον τρόπον. Αἱρεῖται γὰρ τὴν πρόσκαιρον πενίαν, ἵνα, ὡς δοῦλος ἐπίμοχθος, χρυσὸς ἐργασάμενος, μετὰ τῶν μισθῶν ἐπανέλθῃ. Ὁρᾷς, ὅπως τοῦ μέλλοντος ἐλπὶς κενοῖ τὴν οἰκίαν, καὶ ποιεῖ τὸν πολύν χρυσὸν ἀκτήμονα πρόσκαιρον....

....Ἂν δὲ ξενίζῃ σου τὴν ἀκοὴν ὡς παράδοξος [] λόγος, πρόχειρον ἔχω τὴν μαρτυρίαν, ὅτι τοῖς εὐσεβῶς δαπανῶσι καὶ εὐεργετοῦσι πολυπλασιάζων Θεὸς τὴν ἀμοιβὴν ἀποδίδωσι. Πέτρου γὰρ ἐρωτῶντος καὶ λέγοντος· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι, τί ἄρα ἔσται ἡμῖν; Ἀμὴν λέγω ὑμῖν, φησί, Πᾶς, ὅστις ἀφῆκεν οἰκίας, ἀδελφοὺς ἀδελφὰς, πατέρα, μητέρα, γυναῖκα, τέκνα, ἀγρούς, ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. Ὁρᾷς τὴν φιλοτιμίαν; βλέπεις τὴν ἀγαθότητα; σφόδρα ἀναίσχυντος δανειστὴς κάμνει, ἵνα διπλασιάσῃ τὸ κεφάλαιον· Θεὸς δὲ αὐθαιρέτως τῷ μὴ θλίβοντι τὸν ἀδελφὸν τὸ ἑκατονταπλάσιον δίδωσι. Πείθου οὖν τῷ Θεῷ συμβουλεύοντι, καὶ λήψῃ τόκους ἀναμαρτήτους. Ἵνα τί μετὰ ἁμαρτίας μερίμναις σαυτὸν ἐκτήκεις, τὰς ἡμέρας ἀριθμῶν, τοὺς μῆνας ψηφίζων, τὸ κεφάλαιον ἐννοῶν, τὰς προσθήκας ὀνειροπολῶν, φοβούμενος τὴν προθεσμίαν, μὴ ἄκαρπος παραγένηται ὡς θέρος χαλαζωθέν. Περιεργάζεται δανειστὴς τοῦ χρεώστου τὰς πράξεις, τὰς ἐκδημίας, τὰ κινήματα, τὰς μεταβάσεις, τὰς ἐμπορίας· κἂν φήμη τις παραγένηται σκυθρωπή, ὅτι λῃσταῖς δεῖνα περιέπεσεν, ἔκ τινος περιστάσεως εἰς πενίαν αὐτῷ μετεβλήθη εὐπορία, κάθηται, τὼ χεῖρε συνδήσας, στένει συνεχῶς, ὑποδακρύει πολλά· ἀνελίττει τὸ χειρόγραφον, θρηνεῖ ἐν τοῖς γράμμασι τὸν χρυσὸν, προκομίζων τὸ συμβόλαιον, ὡς ἱμάτιον υἱοῦ τελευτήσαντος· ἀπ ἐκείνου θερμότερον ἐγείρει τὸ πάθος. Ἂν δὲ καὶ ναυτικὸν τὸ δάνεισμα, τοῖς αἰγιαλοῖς προσκάθηται, τὰς κινήσεις μεριμνᾷ τῶν ἀνέμων, συνεχῶς διερωτᾷ τοὺς καταίροντας, μή που ναυάγιον ἠκούσθη, μή που πλέοντες ἐκινδύνευσαν. Παχνοῦται τὴν ψυχήν ἐκ τῶν λειψάνων τῆς μεθημερινῆς φροντίδος. Πρὸς δὴ τὸν τοιοῦτον λεκτέον· Παῦσαι, ἄνθρωπε, μερίμνης ἐπικινδύνου. Ἀνάπαυσαι ἀπὸ ἐλπίδος τηκούσης· μὴ τόκους ζητῶν σαυτῷ τὸ κεφάλαιον διαφθείρῃς. Παρὰ πένητος ζητεῖς προσόδους καὶ προσθήκας πλούτου, παραπλήσιον ποιῶν ὡς εἴ τις ἀπὸ χώρας αὐχμῷ θερμοτάτῳ ξηρανθείσης λαβεῖν θελήσειε σίτου θημωνιάς, πλῆθος βοτρύων ἐξ ἀμπέλου μετὰ νέφος χαλαζηφόρον, τέκνων τόκον ἀπὸ στείρας γαστρός, γάλακτος τροφὴν ἐξ ἀτόκων γυναικῶν. Οὐδεὶς ἐγχειρεῖ τοῖς παρὰ φύσιν καὶ ἀδυνάτοις· ἐπεὶ πρὸς τῷ μηδὲν κατορθοῦν, προσοφλισκάνει γέλωτα. Μόνος θεὸς παντοδύναμος, ὃς ἐκ τῶν ἀπόρων εὑρίσκει τοὺς πορισμοὺς, καὶ τὰ παρ ἐλπίδα καὶ προσδοκίαν δημιουργεῖ, νῦν μὲν κελεύων πέτρας πηγὴν ἀποῤῥεῖν, αὖθις δὲ βρέχων ἐξ οὐρανοῦ ἄρτον ἀσυνήθη, καὶ ξένον, καὶ πάλιν γλυκαίνων τὴν πικρὰν Μεῤῥὰν ἐπαφῇ ξύλου· καὶ τῆς στείρας Ἐλισάβετ εὔτοκον ποιῶν τὴν γαστέρα, καὶ διδοὺς τῇ Ἅννᾳ τὸν Σαμουὴλ, καὶ τῇ Μαρίᾳ τὸν ἐν παρθενίᾳ πρωτότοκον. Ταῦτα μόνης τῆς παντοδυνάμου χειρὸς ἔργα....

....Καλοῦσι δὲ τὴν ἁμαρτίαν σεμνοῖς ὀνόμασι· φιλάνθρωπον τὸ λῆμμα προσαγρεύοντες, κατὰ μίμησιν Ἑλλήνων, οἳ δαίμονάς τινας μισανθρώπους καὶ φονώσας, ἀντὶ τῆς ἀληθοῦς κλήσεως, Εὐμενίδας προσαγορεύουσι. Φιλάνθρωπός γε; Οὐ γὰρ τοῦ τόκου εἰσφορὰ οἴκους ἐκτρίβουσα, πλούτους δαπανῶσα, τοὺς εὖ γεγονότας χεῖρον ζῆν τῶν δούλων παρασκευάζουσα, πρὸς ὀλίγον τέρπουσα ἐν ἀρχαῖς, καὶ πικρὸν τὸν εἰς ὕστερον βίον παρασκευάζουσα; Ὡς γὰρ τὰ πτηνὰ τὰ παρὰ τῶν ὀρνιθευτῶν ἐπιβουλευόμενα ἥδεται ῥαινομένων τῶν σπερμάτων αὐτοῖς, καὶ φίλην ποιεῖται καὶ συνήθη διαγωγὴν τὴν ἐν ἐκείνοις τοῖς τόποις, ἐν οἷς δαψιλὴς αὐτοῖς τροφὴ γίνεται, μικρὸν δὲ ὕστερον ἐνσχεθέντα τοῖς θηράτροις διόλλυται· οὕτως οἱ τὰ ἔντοκα τῶν δανεισμάτων λαμβάνοντες, ὀλίγον εὐπορήσαντες χρόνον, ὕστερον αὐτῆς τῆς πατρικῆς ἑστίας ἐκπίπτουσιν. Ἔλεος δὲ ἐξοικεῖται τῶν μιαρῶν καὶ φιλαργύρων ψυχῶν, καὶ βλέποντες αὐτὴν τὴν οἰκίαν τοῦ ὀφείλοντος ὤνιον προκειμένην, οὐκ ἐπικλῶνται, ἀλλὰ καὶ μᾶλλον τὴν πρᾶσιν κατεπείγουσι, ἵνα θᾶττον τὸ χρυσίον ὑποδεξάμενοι, ἄλλον ἄθλιον δανείσματι καταδήσωσι· κατὰ τοὺς σπουδαίους καὶ ἀπλήστους τῶν θηρευτῶν, οἳ μίαν κοιλάδα τοῖς δικτύοις κυκλώσαντες, καὶ πάντα τὰ ἐν αὐτῇ σαγηνεύσαντες θηρία, πάλιν ἐπὶ τὴν γείτονα φάραγγα μεθιστᾶσι τὰς στάλικας καὶ ἀπ ἐκείνης ἐπὶ τὴν ἄλλην, καὶ μέχρι τοσούτου, μέχρις ἂν τὰ ὄρη τῶν θηρευμάτων κενώσωσι....

Ἵνα δὲ μεταξὺ τῶν τοῦ Θεοῦ κριμάτων καί τι τῶν ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις συμβάντων ἐν οἰκίᾳ τοκογλύφου διηγησάμενος ὠφελήσω τι τοὺς ἀκούοντας, ἀκούσατε τοῦ λόγου, καὶ τάχα οἱ πολλοὶ τὴν ὑπόθεσιν ὡς γνώριμον ἐπιγνώσεσθε.

Ἀνήρ τις ἦν ἐπὶ τῆσδε τῆς πόλεως (οὐκ ἐρῶ δὲ τοὔνομα, κωμῳδεῖν ὀνομαστὶ τὸν τελευτήσαντα φυλαττόμενος), τέχνην ἔχων τὰ δανείσματα, καὶ τὴν ἐκ τῶν μιαρῶν τόκων ἐπικαρπίαν. Τῷ πάθει δὲ συνεχόμενος τῆς φιλαργυρίας, φειδωλὸς ἦν καὶ περὶ τὴν ἰδίαν δαπάνην (τοιοῦτοι γὰρ οἱ φιλάργυροι) οὐ τράπεζαν αὐτάρκη παρατιθέμενος, οὐχ ἱμάτιων συνέχειαν, κατὰ χρείαν, ἀμείβων, οὐ τέκνοις παρέχων τὴν ἀναγκαίαν τοῦ βίου διαγωγήν, οὐ λουτρῶν ταχέως μεταλαμβάνων, φόβῳ τοῦ μισθοῦ καὶ τῶν τριῶν ὀβολῶν· πάντα δὲ τρόπον ἐπινοῶν, ὅθεν ἂν πλέον τὸν ἀριθμὸν προαγάγοι τῶν χρημάτων. Οὔτε μὴν ἀξιόπιστόν τινα φύλακα τοῦ βαλαντίου ἐνόμιζεν, οὐ τέκνον, οὐ δοῦλον, οὐ τραπεζίτην, οὐ κλεῖν, οὐ σφραγῖδα, ταῖς δὲ τῶν τοίχων ὀπαῖς τὸ χρυσίον ἐμβάλλων, καὶ τὸν πηλὸν ἔξωθεν ἐπαλείφων, ἄγνωστον πᾶσιν εἶχεν τὸν θησαυρὸν, τόπους ἐκ τόπων ἀμείβων, καὶ τοίχους ἐκ τοίχων καὶ τὸ λανθάνειν πάντας σοφιζόμενος εὐμηχάνως. Ἀθρόον ἀπῆλθε τοῦ βίου, οὐδενὶ τῶν οἰκείων ἐξαγορεύσας, ἔνθα χρυσὸς κατώρυκτο. Κατωρύχθη μὲν οὖν κἀκεῖνος τὸ κρύψαι κερδάνας. Οἱ δὲ παῖδες αὐτοῦ, πάντων ἔσεσθαι τῶν ἐν τῇ πόλει λαμπρότεροι διὰ πλοῦτον ἐλπίσαντες, ἠρεύνων πανταχοῦ, παρ ἀλλήλων διεπυνθάνοντο, τοὺς οἰκέτας ἀνέκρινον, τὰ ἐδάφη τῶν οἴκων ἀνώρυττον, τοὺς τοίχους ὑπεκένουν, τὰς τῶν γειτόνων καὶ γνωρίμων οἰκίας ἐπολυπραγμόνουν, πάντα δὲ λίθον, τὸ τοῦ λόγου, κινήσαντες εὗρον οὐδ ὀβολόν. Διάγουσι δὲ τὸν βίον ἄοικον, ἀνέστιοι, πένητες, ἐπαρώμενοι, πολλὰ καθ ἑκάστην τῇ τοῦ πατρὸς ματαιότητι.

μὲν δὴ φίλος ὑμῶν καὶ ἑταῖρος, τοκισταί, τοιοῦτος· ἀξίως τοῦ τρόπου καταστρέψας τὸν βίον, ἀνεμιαῖος χρηματιστής, ὀδύνῃ καὶ λιμῷ μοχθήσας, συναγαγὼν δὲ κληρονομίαν ἑαυτῷ μὲν τὴν αἰώνιον κόλασιν, τοῖς δὲ ἐξ αὐτοῦ τὴν πενίαν. Οὐκ ἴστε δὲ ὑμεῖς τίνι ἀθροίζετε μοχθεῖτε. Αἱ περιστάσεις πολλαί, οἱ συκοφάνται μυρίοι, ἐνεδρευταὶ καὶ λῃσταὶ γῆν διενοχλοῦσι καὶ θάλασσαν· ὁρᾶτε μὴ καὶ τὰς ἁμαρτίας κερδανεῖτε, καὶ τὸν χρυσὸν μὴ κατάσχητε. Ἀλλ ἐπαχθὴς ἡμῖν οὗτός ἐστι, φασίν (οἶδα γὰρ ὑμῶν τοὺς ὑπ ὀδόντα γογγυσμούς, καὶ συνεχῶς ὑμᾶς στηρίζων ἐπὶ τοῦ βήματος ἐπιβουλεύει τοῖς εὐεργετουμένοις καὶ χρῄζουσιν. Ἰδοὺ γὰρ οὐκέτι προησόμεθα δάνεισμα. Καὶ πῶς διάξουσιν οἱ στενούμενοι; Ἄξιοι τῶν πραγμάτων οἱ λόγοι, πρέπουσα ἀντίῤῥησις τοῖς τῷ ζόφῳ τῶν χρημάτων ἐσκοτωμένοις. Οὔτε γὰρ τὸ τῆς διανοίας κριτήριον ἔχουσιν ἐῤῥωμένον, ὡς συνιέναι τῶν λεγομένων. Πρὸς τοὐναντίον δὲ τῆς συμβουλῆς τῶν νουθετούντων ἀκούουσιν· ὡς γὰρ, ἐμοῦ λέγοντος, ἀπειλοῦσι τοῖς δεομένοις μὴ χρῆναι δανείζειν, οὕτως ὑπογογγύζοντες ἀπειλοῦσι τοῖς δεομένοις ἀποκλείσειν τὰς θύρας. Ἐγὼ πρῶτον μὲν τὸ δωρεῖσθαι κηρύσσω καὶ παραγγέλλω. Ἔπειτα καὶ τὸ δανείζειν παρακαλῶ. Δεύτερον γὰρ εἶδος δωρεᾶς δάνεισμα. Ποιεῖν δὲ τοῦτο μὴ μετὰ τόκων μηδὲ πλεονασμῶν, ἀλλὰ καθὼς ἡμῖν θεῖος διετάξατο λόγος. Ὁμοίως γὰρ ἔνοχος τιμωρίᾳ, καὶ μὴ διδοὺς δάνεισμα, καὶ μετὰ τόκων διδούς. Ἐπειδὴ τοῦ μὲν τὸ μισάνθρωπον, τοῦ δὲ τὸ καπηλικὸν κατακέκριται. Οἱ δὲ πρὸς τὴν ἐναντίαν αὐτομολοῦσιν ἀκρότητα, εἰς τὸ παντελὲς ἐφέξειν τὴν δόσιν ἐπαγγελλόμενοι. Ἔστι δὲ τοῦτο ἀναιδὴς ἔνστασις, πρὸς τὸ δίκαιον φιλονεικία μανιώδης, πρὸς Θεὸν ἔρις καὶ πόλεμος. γὰρ οὐ δώσω, φησίν, δανείζων ἔντοκον θήσομαι τὸ συνάλλαγμα.

Πρὸς μὲν οὖν τοὺς τοκογλύφους ἱκανῶς λόγος διηγωνίσατο, καὶ αὐτάρκως μοι τὰ τῆς κατηγορίας, ὡς ἐν δικαστηρίῳ, δείκνυται. Καὶ δοίη Θεὸς αὐτοῖς τοῦ κακοῦ μεταμέλειαν. Πρὸς δὲ τοὺς προχείρως δανειζομένους καὶ τοῖς ἀγκίστροις τῶν τόκων ῥιψοκινδύνως ἑαυτοὺς περιπείροντας οὐδένα ποιήσομαι λόγον, ἀρκεῖν δὲ αὐτοῖς κρίνας τὴν συμβουλήν, ἣν θεσπέσιος Πατὴρ ἡμῶν Βασίλειος ἐν τῷ ἰδίῳ συγγράμματι σοφῶς ἐξεπόνησε, πλείονα πρὸς τοὺς ἀβούλως δανειζομένους, τοὺς πλεονεκτικῶς δανείζοντας ποιησάμενος λόγον.