FLAVIAN OF ANTIOCH - DO NOT ANATHEMATIZE THE LIVING OR THE DEAD

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Homilia de anathemate (CPG 3430)

Greek text from Migne PG, Vol. 48, Cols 945-952

The Greek text of the opening and closing of this fascinating homily (found among the homilies of John Chrysostom, but now attributed to Flavian of Antioch) is given below. A complete English translation by the Revd Andrew Maguire of the full homily, placed alongside the full Greek text (with dictionary lookup links), can be found on the subscription version of the site.  A large number of complete Greek texts (scanned texts from Migne) and translations (where available online) can also be accessed through the website and seen alongside each other.

 

 

 

Πρῴην μὲν περὶ ἀκαταλήπτου γνώσεως Θεοῦ διαλεγόμενος πρὸς ὑμᾶς, καὶ πολλοὺς λόγους κινήσας, ἀπεδείκνυον ἀπὸ τε γραφικῶν φωνῶν, καὶ ἀπὸ φυσικῶν λογισμῶν, ὅπως καὶ αὐταῖς ταῖς ἀοράτοις δυνάμεσιν ἀνέφικτός ἔστι παντελῶς ἡ τοῦ θείου κατάληψις, ἐκείναις ταῖς ἄϋλον καὶ μακαρίαν πολιτευομέναις διαγωγὴν, καὶ ὅτι ἐν πάσῃ χαυνώσει καὶ ῥύσει βίου ζῶντες ἡμεῖς καὶ πρὸς πᾶσαν ἐξενεχθέντες κακίαν, τὸ καὶ ταῖς ἀοράτοις οὐσίαις παντελῶς ἀγνοούμενον ἐπιχειροῦμεν λαβεῖν· τῶν τοιούτων λόγων ὑπόθεσιν ἔχοντες τὴν κρίσιν τῶν ἑαυτῶν λογισμῶν, καὶ ταύτην τὴν παρὰ τῶν ἀκουόντων κενὴν δόξαν, μήτε τὸ μέτρον τῆς ἑαυτῶν φύσεως τῷ λογισμῷ περιγράφοντες, μήτε τῇ θείᾳ Γραφῇ καὶ τοῖς πατράσιν ἑπόμενοι, ἀλλὰ δίκην ὕδατος χειμερίου, τῇ φρενίτιδι τῆς ἑαυτῶν προλήψεως ὑποσυρόμενοι εἰς τοσαύτην ἁμαρτίαν ἐκπεπτώκαμεν. Φέρε δὴ καὶ περὶ ἀναθέματος ὑμῖν τὰ εἰκότα διαλεχθέντες, καὶ δείξαντες τὴν δύναμιν τούτου τοῦ μηδενὸς νομιζωμένου κακοῦ, παύσωμεν ἐξ αὐτοῦ τὰ ἀχαλίνωτα στόματα, τὴν νόσον τῶν ὡς ἔτυχεν αὐτῷ κεχρημένων ὑμῖν ἐκκαλύπτοντες……….


Ἀπόστητε τοῦ τοιούτου κακοῦ, παρακαλῶ. Ἰδοῦ λέγω καὶ διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ὡς μεγάλου κακοῦ καὶ πυρὸς ἀνηκέστου γενήσεται ἡμῖν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως αἴτιον. Εἰ γὰρ ἐν τῇ παραστάσει τῶν παρθένων τοὺς μετὰ λαμπρᾶς πίστεως καὶ φαιδρότητος βίου ζήσαντας, ὡς αὐτοῦ θεωροῦντος τὰ ἔργα αὐτῶν τοῦ τῶν ὅλων Δεσπότου, ἀλλοτρίους τοῦ νυμφῶνος διὰ τὸ ἀσυμπαθὲς ἐποίησεν, πῶς ἡμεῖς, οἱ κατὰ πᾶσαν ἄδειαν διαιτώμενοι, καὶ ἀνηλεῶς τοῖς ὁμοφύλοις προσφερόμενοι, σωτηρίας ἀξιωθῶμεν; Διὸ δέομαι ὑμῶν, μὴ παρέργως τῶν τοιούτων λόγων ἀκούσητε. Τὰ γὰρ’ αἱρετικὰ δόγματα, τὰ παρ’ ὧν παρελάβομεν, ἀναθεματίζειν χρὴ, καὶ τὰ ἀσεβῆ δόγματα ἐλέγχειν, πᾶσαν δὲ φειδὼ ἀνθρώπων ποιεῖσθαι, καὶ εὔχεσθαι ὑπὲρ τῆς αὐτῶν σωτηρίας. Γένοιτο δὲ πάντας ἡμᾶς τῆς περὶ τὸν Θεὸν καὶ πλησίον ἀγάπης ἀντεχομένους, καὶ τῶν δεσποτικῶν ἐντολῶν τὴν ἐργασίαν πληροῦντας, μετὰ ἐλέους καὶ φαιδρῶν λαμπάδων ἀπαντῆσαι ἐν ἡμέρᾳ τῆς ἀναστάσεως αὐτῷ τῷ ἐπουρανίῳ νυμφίῳ, προσφέροντας αὐτῷ πλείστους ἐν δόξῃ ὠφεληθέντας ἐκ τῆς ἡμῶν συμπαθείας, χάριτι καὶ φιλανθρωπίᾳ αὐτοῦ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, μεθ’ οὗ τῷ Πατρὶ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς αἰῶνας. Ἀμήν.