EVAGRIUS PONTICUS - THE EIGHT "LOGISMOI"

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

De Octo Vitiosis Cogitationibus

Greek text from Migne PG, Vol. 40, Col. 1271

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

Αʹ. Ὀκτώ εἰσι πάντες οἱ γενικώτατοι λογισμοὶ , ἐν οἷς περιέχεται πᾶς λογισμός. Πρῶτος τῆς γαστριμαργίας, καὶ μετ αὐτὸν τῆς πορνείας· τρίτος τῆς φιλαργυρίας· τέταρτος τῆς λύπης· πέμπτος τῆς ὀργῆς· ἕκτος τῆς ἀκηδίας· ἕβδομος τῆς κενοδοξίας· ὄγδοος τῆς ὑπερηφανίας. Τούτους πάντας παρενοχλεῖν μὲν τῇ ψυχῇ μὴ παρενοχλεῖν, τῶν οὐκ ἐφ ἡμῖν ἐστι· τὸ δὲ χρονίζειν αὐτοὺς, μὴ χρονίζειν, πάθη κινεῖν, μὴ κινεῖν, τῶν ἐφ ἡμῖν ἐστιν.

Βʹ. μὲν τῆς γαστριμαργίας λογισμὸς ἔκπτωσιν ταχεῖαν τῷ μοναχῷ τῆς ἀσκήσεως ὑποβάλλει· στόμαχον, ἧπαρ, καὶ σπλῆνα, καὶ ὕδρωπα διαγράφων, καὶ νόσον μακράν, καὶ σπάνιν τῶν ἐπιτηδείων, καὶ ἰατρῶν ἀπορίαν. Φέρει δὲ αὐτοὺς πολλάκις καὶ εἰς μνήμην ἀδελφῶν τινων, τούτοις περιπεσόντων τοῖς πάθεσιν. Ἔστι δὲ ὅτε καὶ αὐτοὺς ἐκείνους τοὺς πεπονθότας παραβάλλειν ἀναπείθει τοῖς ἐγκρατευομένοις, καὶ τὰς ἑαυτῶν ἐκδιηγεῖσθαι συμφοράς, καὶ ὡς ἐκ τῆς ἀσκήσεως τοιοῦτοι γεγόνασιν.

Γʹ. τῆς πορνείας δαίμων, σωμάτων καταναγκάζει διαφόρων ἐπιθυμεῖν, καὶ σφοδρότερος τοῖς ἐγκρατευομένοις ἐφίσταται, ἵν ὡς μηδὲν ἀνύοντες παύσωνται· καὶ τὴν ψυχὴν μιαίνων, περὶ ἐκείνας κατακάμπτει τὰς ἐργασίας, λέγειν τε αὐτήν τινα ῥήματα, καὶ πάλιν ἀκούειν ποιεῖ, ὡς ὁρωμένου δῆθεν καὶ παρόντος τοῦ πράγματος.

Δʹ. φιλαργυρία, γῆρας μακρὸν ὑποβάλλει, καὶ πρὸς ἐργασίαν ἀδυναμίαν χειρῶν, λιμούς τε ἐσομένους, καὶ νόσους συμβησομένας, καὶ τὰ τῆς πενίας πικρά, καὶ ὡς ἐπονείδιστον τὸ παρ ἑτέρων λαμβάνειν τὰ πρὸς τὴν χρείαν.

Εʹ. λύπη ποτὲ μὲν ἐπισυμβαίνει κατὰ στέρησιν τῶν ἐπιθυμιῶν, ποτὲ δὲ καὶ παρέπεται τῇ ὀργῇ. Κατὰ στέρησιν οῦν τῶν ἐπιθυμιῶν οὕτως ἐπισυμβαίνει· Λογισμοί τινες προλαβόντες εἰς μνήμην ἄγουσι τὴν ψυχὴν οἴκου τε καὶ γονέων καὶ τῆς προτέρας διαγωγῆς. Καὶ ὅταν αὐτὴν μὴ ἀνθισταμένην, ἀλλ ἐπακολουθεῖσαν θεάσωνται καὶ διαχεομένην ἐν ταῖς κατὰ διάνοιαν ἡδοναῖς, τότε λαμβάνοντες αὐτὴν, ἐν τῇ λύπῃ βαπτίζουσιν, καὶ οὐχ ὑπαρχόντων τῶν προτέρων πραγμάτων, οὐδὲ δυναμένων λοιπὸν διὰ τὸν παρόντα βίον ὑπάρξαι· καὶ ταλαίπωρος ψυχή, ὅσον διεχύθη ἐπὶ τοῖς προτέροις λογισμοῖς, τοσοῦτον ἐπὶ τοῖς δευτέροις συνεστάλη ταπεινωθεῖσα.

ςʹ. ὀργὴ πάθος ἐστὶν ὀξύτατον· Θυμοῦ γὰρ λέγεται ζέσις καὶ κίνησις κατὰ ἠδικηκότος δοκοῦντος ἠδικηκέναι· Ἥτις πανημέριον μὲν ἐξαγριοῖ τὴν ψυχὴν, μάλιστα δὲ ἐν ταῖς προσευχαῖς συναρπάζει τὸν νοῦν, τὸ τοῦ λελυπηκότος πρόσωπον ἐπισείουσα. Ἔστι δὲ ὅτε καὶ χρονίζουσα, καὶ μεταβαλλομένη εἰς μῆνιν, ταραχὰς νύκτωρ παρέχει, τῆξίν τε τοῦ σώματος καὶ ὠχρότητα, καὶ θηρίων ἰοβόλων ἐπιδρομάς. Ταῦτα δὲ τὰ τέσσαρα, τὰ μετὰ τὴν μῆνιν συμβαίνοντα, εὑροίη ἄν τις παρακολουθοῦντα πλείοσι λογισμοῖς.

Ζʹ. τῆς ἀκηδίας δαίμων, ὃς καὶ μεσημβρινὸς καλεῖται, πάντων τῶν δαιμόνων ἐστὶ βαρύτερος· καὶ ἐφίσταται μὲν τῷ μοναχῷ περὶ ὥραν τετάρτην, κυκλοῖ δὲ τὴν ψυχὴν αὐτοῦ μέχρις ὥρας ὀγδόης. Καὶ πρῶτον μὲν τὸν ἥλιον καθορᾶσθαι ποιεῖ δυσκίνητον ἀκίνητον, πεντηκοντάωρον τὴν ἡμέραν δεικνύς. Ἔπειτα δὲ συνεχῶς ἀφορᾷν πρὸς τὰς θυρίδας, καὶ τῆς κέλλης ἐκπηδᾷν ἐκβιάζεται, τῷ τε ἡλίῳ ἐνατενίζειν, πόσον τῆς ἐννάτης ἀφέστηκε, καὶ περιβλέπεσθαι τῇδε κἀκεῖσε, μή τις τῶν ἀδελφῶν. . . Ἔτι δὲ μῖσος πρὸς τὸν τόπον, ἐκβάλλει καὶ πρὸς τὸν βίον αὐτόν, καὶ πρὸς τὸ ἔργον τὸ τῶν χειρῶν· καὶ ὅτι ἐκλέλοιπε παρὰ τοῖς ἀδελφοῖς ἀγάπη, καὶ οὐκ ἔστιν παρακαλῶν. Εἰ δὲ καί τις κατ ἐκείνας τὰς ἡμέρας εἴη λυπήσας τὸν μοναχόν, καὶ τοῦτο εἰς αὔξησιν τοῦ μίσους δαίμων προστίθησιν. Ἄγει δὲ αὐτὸν καὶ εἰς ἐπιθυμίαν τόπων ἑτέρων, ἐν οἷς ῥᾳδίως τὰ πρὸς τὴν χρείαν ἔστιν εὑρεῖν, καὶ τέχνην μετελθεῖν εὐκοπωτέραν μᾶλλον καὶ προχωροῦσαν. Καὶ ὡς οὐκ ἔστιν ἐν τόπῳ τὸ εὐαρεστεῖν τῷ Κυρίῳ προστίθησιν. Πανταχοῦ γάρ, φησί, τὸ θεῖον προσκυνητόν. Συνάπτει δὲ τούτοις καὶ μνήμην τῶν οἰκείων καὶ τῆς προτέρας διαγωγῆς· χρόνον τῆς ζωῆς ὑπογράφει μακρόν, τοὺς τῆς ἀσκήσεως πόνους φέρων πρὸ ὀφθαλμῶν, καὶ πᾶσαν, τὸ δὴ λεγόμενον, κινεῖ μηχανὴν, ἵνα καταλελοιπὼς μοναχὸς τὴν κέλλαν, φύγῃ τὸ στάδιον. Τούτῳ τῷ δαίμονι ἄλλος μὲν εὐθὺς δαίμων οὐχ ἕπεται· ἐρημικὴ δέ τις κατάστασις, καὶ χαρὰ ἀνεκλάλητος μετὰ τὸν ἀγῶνα τὴν ψυχὴν διαδέχεται.

Ηʹ. τῆς κενοδοξίας λογισμὸς, λεπτότατός τίς ἐστι καὶ παρυφίσταται τοῖς κατορθοῦσι ῥᾳδίως, δημοσιεύειν αὐτῶν τοὺς ἀγῶνας βουλόμενος, καὶ τὰς παρὰ τῶν ἀνθρώπων δόξας θηρώμενος, δαίμονάς τε κράζοντας ἀναπλάττων, καὶ θεραπευόμενα γύναια, καὶ ὄχλον τινὰ τῶν ἱματίων ἐφαπτόμενον· μαντεύεται δὲ αὐτῷ καὶ ἱερωσύνην λοιπὸν, καὶ τοὺς ζητοῦντας αὐτὸν ταῖς θύραις ἐφίστησι· καὶ ὃς εἰ μὴ βούλοιτο, δέσμιος ἀπαχθήσεται· καὶ οὕτως αὐτὸν μετέωρον ταῖς κεναῖς ἐλπίσι ποιήσας, ἀφίσταται καταλιπὼν, τῷ τῆς ὑπερηφανίας δαίμονι πειράζειν αὐτὸν, τῷ τῆς λύπης· ὅστις ἐπάγει καὶ λογισμοὺς αὐτῷ, ταῖς ἐλπίσιν ἐναντιουμένους. Ἔστι δὲ ὅτε καὶ τῷ τῆς πορνείας δαίμονι παραδίδωσι τὸν πρὸ ὀλίγου αἰδέσιμον καὶ ἅγιον ἱερέα.

Θʹ. τῆς ὑπερηφανίας δαίμων, χαλεπωτάτης πτώσεως τῇ ψυχῇ πρόξενος γίνεται· Ἀναπείθει γὰρ αὐτὴν, Θεὸν μὲν μὴ ὁμολογεῖν βοηθόν, ἑαυτὴν δὲ τὴν κατορθουμένον εἶναι καὶ νομίζειν, καὶ φυσιοῦσθαι κατὰ τῶν ἀδελφῶν ὡς ἀνοήτων, διότι μὴ τοῦτο περὶ αὐτῆς πάντες ἐπίστανται. Παρακολουθεῖ δὲ ταύτῃ ὀργὴ καὶ λύπη, καὶ τὸ τελευταῖον κακὸν, ἔκστασις φρενῶν, καὶ μανία, καὶ δαιμόνων ἐν τῷ ἀέρι πλῆθος ὁρώμενον.