EUSEBIUS - MONARCHIANISM AND THE TWO THEODOTI

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Historia Ecclesiastica, 5. 28

Greek text from Migne PG, Vol. 20, Col. 512

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.
A large number of complete Greek texts (all those in Migne) and translations of Eusebius (where available online) can also be accessed through the website and seen alongside each other.

Click here for information about: 1) the public domain texts and translations used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

Τούτων ἔν τινος σπουδάσματι κατὰ τῆς Ἀρτέμωνος αἱρέσεως πεπονημένῳ, ἣν αὖθις ἐκ Σαμοσάτων Παῦλος καθ ἡμᾶς ἀνανεώσασθαι πεπείραται, φέρεταί τις διήγησις ταῖς ἐξεταζομέναις ἡμῖν προσήκουσα ἱστορίαις. Τὴν γάρ τοι δεδηλωμένην αἵρεσιν ψιλὸν ἄνθρωπον γενέσθαι τὸν Σωτῆρα φάσκουσαν, οὐ πρὸ πολλοῦ τε νεωτερισθεῖσαν διευθύνων, ἐπειδὴ σεμνύνειν αὐτὴν ὡς ἂν ἀρχαίαν οἱ ταύτης ἤθελον εἰσηγηταί, πολλὰ καὶ ἄλλα εἰς ἔλεγχον αὐτῶν τῆς βλασφήμου ψευδηγορίας παραθεὶς λόγος, ταῦτα κατὰ λέξιν ἱστορεῖ·  « Φασὶ γὰρ τοὺς μὲν προτέρους ἅπαντας καὶ αὐτοὺς τοὺς ἀποστόλους παρειληφέναι τε καὶ δεδιδαχέναι ταῦτα, νῦν οὗτοι λέγουσιν, καὶ τετηρῆσθαι τὴν ἀλήθειαν τοῦ κηρύγματος μέχρι τῶν Βίκτορος χρόνων, ὃς ἦν τρισκαιδέκατος ἀπὸ Πέτρου ἐν Ῥώμῃ ἐπίσκοπος, ἀπὸ δὲ τοῦ διαδόχου αὐτοῦ Ζεφυρίνου, παρακεχαράχθαι τὴν ἀλήθειαν. Ἦν δ ἂν τυχὸν πιθανὸν τὸ λεγόμενον, εἰ μὴ πρῶτον μὲν ἀντέπιπτον αὐτοῖς αἱ θεῖαι Γραφαί. Καὶ ἀδελφῶν δέ τινων ἔστιν γράμματα πρεσβύτερα τῶν Βίκτορος χρόνων, ἐκεῖνοι πρὸς τὰ ἔθνη ὑπὲρ τῆς ἀληθείας, καὶ πρὸς τὰς τότε αἱρέσεις ἔγραψαν· λέγω δὲ Ἰουστίνου καὶ Μιλτιάδου, καὶ Τατιανοῦ καὶ Κλήμεντος καὶ ἑτέρων πλειόνων, ἐν οἷς ἅπασιν θεολογεῖται Χριστός. Τὰ γὰρ Εἰρηναίου τε καὶ Μελίτωνος καὶ τῶν λοιπῶν τίς ἀγνοεῖ βιβλία, Θεὸν καὶ ἄνθρωπον καταγγέλλοντα τὸν Χριστόν; Ψαλμοὶ δὲ ὅσοι καὶ ᾠδαὶ ἀδελφῶν ἀπαρχῆς ὑπὸ πιστῶν γραφεῖσαι, τὸν Λόγον τοῦ Θεοῦ τὸν Χριστὸν ὑμνοῦσιν θεολογοῦντες. Πῶς οὖν ἐκ τοσούτων ἐτῶν καταγγελλομένου τοῦ ἐκκλησιαστικοῦ φρονήματος, ἐνδέχεται τοὺς μέχρι Βίκτορος οὕτως ὡς οὗτοι λέγουσι, κεκηρυχέναι; Πῶς δὲ οὐκ αἰδοῦνται ταῦτα Βίκτορος καταψεύδεσθαι, ἀκριβῶς εἰδότες, ὅτι Βίκτωρ τὸν σκυτέα Θεόδοτον, τὸν ἀρχηγὸν καὶ πατέρα ταύτης τῆς ἀρνησιθέου ἀποστασίας, ἀπεκήρυξε τῆς κοινωνίας, πρῶτον εἰπόντα ψιλὸν ἄνθρωπον τὸν Χριστόν; Εἰ γὰρ Βίκτωρ κατ αὐτοὺς οὕτως ἐφρόνει ὡς τούτων διδάσκει βλασφημία, πῶς ἂν ἀπέβαλλε Θεόδοτον τὸν τῆς αἱρέσεως ταύτης εὑρετήν; » Καὶ τὰ μὲν κατὰ τὸν Βίκτορα τοιαῦτα. Τούτου δὲ ἔτεσι δέκα προστάντος τῆς λειτουργίας, διάδοχος καθίσταται Ζεφυρῖνος, ἀμφὶ τὸ ἔννατον τῆς Σεβήρου βασιλείας ἔτος. Προστίθησι δὲ τὸ προειρημένον συντάξας περὶ τοῦ κατάρξαντος τῆς δηλωθείσης αἱρέσεως βιβλίον, καὶ ἄλλην κατὰ Ζεφυρῖνον γενομένην πρᾶξιν, ὧδέ πως αὐτοῖς ῥήμασι γράφων· « Ὑπομνήσω γοῦν πολλοὺς τῶν ἀδελφῶν πρᾶγμα ἐφ ἡμῶν γενόμενον, νομίζω ὅτι εἰ ἐν Σοδόμοις ἐγεγόνει, τυχὸν ἂν κἀκείνους ἐνουθέτησε. Νατάλιος ἦν τις ὁμολογητής οὐ πάλαι, ἀλλ ἐπὶ τῶν ἡμετέρων γενόμενος καιρῶν. Οὗτος ἠπατήθη ποτὲ ὑπὸ Ἀσκληπιοδότου καὶ ἑτέρου Θεοδότου τινὸς τραπεζίτου. Ἦσαν δὲ οὗτοι ἄμφω Θεοδότου τοῦ σκυτέως μαθηταὶ, τοῦ πρώτου ἐπὶ ταύτῃ τῇ φρονήσει, μᾶλλον δὲ ἀφροσύνῃ, ἀφορισθέντος τῆς κοινωνίας ὑπὸ Βίκτορος, ὡς ἔφην, τοῦ τότε ἐπισκόπου. Ἀνεπείσθη δὲ Νατάλιος ὑπ αὐτῶν ἐπὶ σαλαρίῳ ἐπίσκοπος κληθῆναι ταύτης τῆς αἱρέσεως, ὥστε λαμβάνειν παρ αὐτῶν μηνιαῖα δηνάρια ἑκατὸν πεντήκοντα. Γενόμενος οὖν σὺν αὐτοῖς, δι ὁραμάτων πολλάκις ἐνουθετεῖτο ὑπὸ τοῦ Κυρίου. γὰρ εὔσπλαγχνος Θεὸς καὶ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, οὐκ ἐβούλετο ἔξω ἐκκλησίας γενόμενον, ἀπολέσθαι μάρτυρα τῶν ἰδίων παθῶν. Ἐπεὶ δὲ ῥᾳθυμότερον τοῖς ὁράμασι προσεῖχεν, δελεαζόμενος τῇ τε παρ αὐτοῖς πρωτοκαθεδρίᾳ, καὶ τῇ πλείστους ἀπολλυούσῃ αἰσχροκερδίᾳ, τελευταῖον ὑπὸ ἁγίων ἀγγέλων ἐμαστιγώθη, δι ὅλης τῆς νυκτὸς οὐ μικρῶς αἰκισθείς· ὥστε ἕωθεν ἀναστῆναι, καὶ ἐνδυσάμενον σάκκον, καὶ σποδὸν καταπασάμενον, μετὰ πολλῆς σπουδῆς καὶ δακρύων προσπεσεῖν Ζεφυρίνῳ τῷ ἐπισκόπῳ, κυλιόμενον ὑπὸ τοὺς πόδας οὐ μόνον τῶν ἐν τῷ κλήρῳ, ἀλλὰ καὶ τῶν λαϊκῶν· συγχέαι τε τοῖς δάκρυσι τὴν εὔσπλαγχνον Ἐκκλησίαν τοῦ ἐλεήμονος Χριστοῦ, πολλῇ τε τῇ δεήσει χρησάμενον, δείξαντά τε τοὺς μώλωπας ὧν εἰλήφει πληγῶν, μόλις κοινωνηθῆναι ». Τούτοις ἐπισυνάψωμεν καὶ ἄλλας περὶ τῶν αὐτῶν τοῦ αὐτοῦ συγγραφέως φωνάς, τοῦτον ἐχούσας τὸν τρόπον· « Γραφὰς μὲν θείας ἀφόβως ῥερᾳδιουργήκασιν, πίστεώς τε ἀρχαίας κανόνα ἠθετήκασι, Χριστὸν δὲ ἠγνοήκασιν, οὐ τί αἱ θεῖαι λέγουσιν Γραφαί ζητοῦντες, ἀλλ ὁποῖον σχῆμα συλλογισμοῦ εἰς τὴν τῆς ἀθεότητος εὑρεθῇ σύστασιν, φιλοπόνως ἀσκοῦντες· κἂν αὐτοῖς προτείνῃ τις ῥητὸν Γραφῆς θεϊκῆς, ἐξετάζουσι πότερον συνημμένον διεζευγμένον δύναται ποιῆσαι σχῆμα συλλογισμοῦ. Καταλιπόντες δὲ τὰς ἁγίας τοῦ Θεοῦ Γραφάς, γεωμετρίαν ἐπιτηδεύουσιν, ὡς ἂν ἐκ τῆς γῆς ὄντες καὶ τῆς γῆς λαλοῦντες, καὶ τὸν ἄνωθεν ἐρχόμενον ἀγνοοῦντες. Εὐκλείδης γοῦν παρά τισιν αὐτῶν φιλοπόνως γεωμετρεῖται, Ἀριστοτέλης δὲ καὶ Θεόφραστος θαυμάζονται· Γαληνὸς γὰρ ἴσως ὑπό τινων καὶ προσκυνεῖται. Οἱ δὲ ταῖς τῶν ἀπίστων τέχναις εἰς τὴν τῆς αἱρέσεως αὐτῶν γνώμην ἀποχρώμενοι, καὶ τῇ τῶν ἀθέων πανουργίᾳ τὴν ἁπλῆν τῶν θείων Γραφῶν πίστιν καπηλεύοντες, ὅτι μηδὲ ἐγγὺς πίστεως ὑπάρχουσι, τί δεῖ καὶ λέγειν; Διὰ τοῦτο ταῖς θείαις Γραφαῖς ἀφόβως ἐπέβαλον τὰς χεῖρας, λέγοντες αὐτὰς διωρθωκέναι. Καὶ ὅτι τοῦτο μὴ καταψευδόμενος αὐτῶν λέγω, βουλόμενος δύναται μαθεῖν. Εἰ γάρ τις θελήσει συγκομίσας αὐτῶν ἑκάστου τὰ ἀντίγραφα ἐξετάζειν πρὸς ἄλληλα, κατὰ πολὺ ἂν εὕροι διαφωνοῦντα. Ἀσύμφωνα γοῦν ἔσται τὰ Ἀσκληπιάδου τοῖς Θεοδότου. Πολλῶν δὲ ἔστιν εὐπορῆσαι, διὰ τὸ φιλοτίμως ἐγγεγράφθαι τοὺς μαθητὰς αὐτῶν τὰ ὑφ ἑκάστου αὐτῶν, ὡς αὐτοὶ καλοῦσι, κατωρθωμένα, τουτέστιν ἠφανισμένα. Πάλιν δὲ τούτοις τὰ Ἑρμοφίλου οὐ συνᾴδει. Τὰ γὰρ Ἀπολλωνίδου οὐδὲ αὐτὰ ἑαυτοῖς ἐστι σύμφωνα. Ἔνεστι γὰρ συγκρῖναι τὰ πρότερον ὑπ αὐτῶν κατασκευασθέντα τοῖς ὕστερον πάλιν ἐπιδιαστραφεῖσι, καὶ εὑρεῖν καταπολὺ ἀπᾴδοντα. Ὅσης δὲ τόλμης ἐστὶ τοῦτο τὸ ἁμάρτημα, εἰκὸς μηδὲ ἐκείνους ἀγνοεῖν. γὰρ οὐ πιστεύουσιν ἁγίῳ Πνεύματι λελέχθαι τὰς θείας Γραφάς, καί εἰσιν ἄπιστοι, ἑαυτοὺς ἡγοῦνται σοφωτέρους τοῦ ἁγίου Πνεύματος ὑπάρχειν· καὶ τί ἕτερον δαιμονῶσιν; Οὐδὲ γὰρ ἀρνήσασθαι δύνανται ἑαυτῶν εἶναι τὸ τόλμημα, ὁπόταν καὶ τῇ αὐτῶν χειρὶ γεγραμμένα, καὶ παρ ὧν κατηχήθησαν, μὴ τοιαύτας παρέλαβον τὰς γραφάς· καὶ δεῖξαι ἀντίγραφα, ὅθεν αὐτὰ μετεγράψαντο, μὴ ἔχωσιν. Ἔνιοι δὲ αὐτῶν οὐδὲ παραχαράσσειν ἠξίωσαν αὐτάς, ἀλλ ἁπλῶς ἀρνησάμενοι τόν τε νόμον καὶ τοὺς προφήτας, ἀνόμου καὶ ἀθέου διδασκαλίας, προφάσει χάριτος, εἰς ἔσχατον ἀπωλείας ὄλεθρον κατωλίσθησαν. » Καὶ ταῦτα μὲν τοῦτον ἱστορείσθω τὸν τρόπον.