|
|
|
EUSEBIUS - ORIGEN'S STUDY OF THE OLD TESTAMENT TEXT |
|
|
Subscription
Version of Text |
|
$5 for trial, $30 a year for individuals ($15 students). |
|
Printable Version of Text |
|
Historia Ecclesiastica, 6. 16 Greek text from Migne PG, Vol. 20, Col. 553 An English translation of this text, placed alongside the Greek text (with dictionary lookup links), can be found on the subscription version of the site.
|
|
Τοσαύτη
δὲ
εἰσήγετο
τῷ
Ὠριγένει
τῶν
θείων
λόγων
ἀπηκριβωμένη
ἐξέτασις,
ὡς
καὶ
τὴν
Ἑβραΐδα
γλῶτταν
ἐκμαθεῖν,
τάς
τε
παρὰ
τοῖς
Ἰουδαίοις
ἐμφερομένας
πρωτοτύπους
αὐτοῖς
Ἑβραίων
στοιχείοις
Γραφὰς,
κτῆμα
ἴδιον
ποιήσασθαι,
ἀνιχνεῦσαί
τε
τὰς
τῶν
ἑτέρων
παρὰ
τοὺς
Ἑβδομήκοντα
τὰς
ἱερὰς
Γραφὰς
ἡρμηνευκότων
ἐκδόσεις·
καί
τινας
ἑτέρας
παρὰ
τὰς
καθημαξευμένας
ἑρμηνείας
ἐναλλαττούσας,
τὴν
Ἀκύλου
καὶ
Συμμάχου,
καὶ
Θεοδοτίωνος
ἐφευρεῖν,
ἃς
οὐκ
οἶδ'
ὅθεν
ἔκ
τινων
μυχῶν
τὸν
πάλαι
λανθανούσας
χρόνον
εἰς
φῶς
ἀνιχνεύσας
προήγαγεν.
Ἐφ'
ὧν
διὰ
τὴν
ἀδηλότητα,
τίνος
ἄρ'
εἶεν
οὐκ
εἰδώς,
αὐτὸ
τοῦτο
μόνον
ἐπεσημήνατο,
ὡς
ἄρα
τὴν
μὲν
εὕροι
ἐν
τῇ
πρὸς
Ἀκτίῳ
Νικοπόλει,
τὴν
δὲ,
ἐν
ἑτέρῳ
τόπῳ
τοιῷδε.
Ἔν
γε
μὴν
τοῖς
Ἑξαπλοῖς
τῶν
Ψαλμῶν,
μετὰ
τὰς
ἐπισήμους
τέσσαρας
ἐκδόσεις,
οὐ
μόνον
πέμπτην,
ἀλλὰ
καὶ
ἕκτην
καὶ
ἑβδόμην
παραθεὶς
ἑρμηνείαν,
ἐπὶ
μιᾶς
αὖθις
σεσημείωται,
ὡς
ἐν
Ἱεριχοῖ
εὑρημένης
ἐν
πίθῳ,
κατὰ
τοὺς
χρόνους
Ἀντωνίνου
τοῦ
υἱοῦ
Σεβήρου.
Ταύτας
δὲ
ἁπάσας
ἐπὶ
ταὐτὸν
συναγαγὼν,
διελών
τε
πρὸς
κῶλον,
καὶ
ἀντιπαραθεὶς
ἀλλήλαις
μετὰ
καὶ
αὐτῆς
τῆς
Ἑβραίων
σημειώσεως,
τὰ
τῶν
λεγομένων
Ἑξαπλῶν
ἡμῖν
ἀντίγραφα
καταλέλοιπεν,
ἰδίως
τὴν
Ἀκύλου
καὶ
Συμμάχου,
καὶ
Θεοδοτίωνος
ἔκδοσιν
ἅμα
τῇ
τῶν
Ἑβδομήκοντα
ἐν
τοῖς
Τετραπλοῖς
ἐπικατασκευάσας.
|
|---|