|
|
|
EUSEBIUS - THE NERONIAN PERSECUTION - MARTYRDOM OF PETER AND PAUL |
|
|
Subscription
Version of Text |
|
$5 for trial, $30 a year for individuals ($15 students). |
|
Printable Version of Text |
|
Historia Ecclesiastica, 2. 25 Greek text from Migne PG, Vol. 20, Col. 208 An English translation of this text, placed alongside the Greek text (with dictionary lookup links), can be found on the subscription version of the site.
|
|
Κραταιουμένης
δ'
ἤδη
τῷ
Νέρωνι
τῆς
ἀρχῆς,
εἰς
ἀνοσίους
ὀκείλας
ἐπιτηδεύσεις,
κατ'
αὐτῆς
ὡπλίζετο
τῆς
εἰς
τὸν
τῶν
ὅλων
θεὸν
εὐσεβείας.
Γράφειν
μὲν
οὖν
οἷός
τις
οὗτος
γεγένηται
τὴν
μοχθηρίαν,
οὐ
τῆς
παρούσης
γένοιτ'
ἂν
σχολῆς.
Πολλῶν
γε
μὴν
τὰ
κατ'
αὐτὸν
ἀκριβεστάταις
παραδεδωκότων
διηγήσεσι,
πάρεστιν
ὅτῳ
φίλον,
ἐξ
αὐτῶν
τὴν
σκαιότητα
τῆς
τἀνδρὸς
ἐκτόπου
καταθεωρῆσαι
μανίας,
καθ'
ἣν
οὐ
μετὰ
λογισμοῦ,
μυρίων
ὅσων
ἀπωλείας
διεξελθών,
ἐπὶ
τοσαύτην
ἤλασε
μιαιφονίαν,
ὡς
μηδὲ
τῶν
οἰκειοτάτων
τε
καὶ
φιλτάτων
ἀποσχέσθαι,
μητέρα
δὲ
ὁμοίως
καὶ
ἀδελφοὺς
καὶ
γυναῖκα
σὺν
καὶ
ἄλλοις
μυρίοις
τῷ
γένει
προσήκουσι,
τρόπον
ἐχθρῶν
καὶ
πολεμίων,
ποικίλαις
θανάτων
ἰδέαις
διαχρήσασθαι.
Ἐνέδει
δὲ
ἄρα
τοῖς
πᾶσι
καὶ
τοῦτ'
ἐπιγραφῆναι
αὐτῷ,
ὡς
ἂν
πρῶτος
αὐτοκρατόρων,
τῆς
εἰς
τὸ
Θεῖον
εὐσεβείας
πολέμιος
ἀναδειχθείη.
Τούτου
πάλιν
ὁ
Ῥωμαῖος
Τερτυλλιανὸς,
ὧδέ
πως
λέγων
μνημονεύει·
«Ἐντύχετε
τοῖς
ὑπομνήμασιν
ὑμῶν.
Ἐκεῖ
εὑρήσετε
πρῶτον
Νέρωνα
τοῦτο
τὸ
δόγμα,
ἡνίκα
μάλιστα
ἐν
Ῥώμῃ,
τὴν
ἀνατολὴν
πᾶσαν
ὑποτάξας,
ὠμὸς
ἦν
εἰς
πάντας,
διώξαντα.
Τοιούτῳ
τῆς
κολάσεως
ἡμῶν
ἀρχηγῷ
καυχώμεθα.
Ὁ
γὰρ
εἰδὼς
ἐκεῖνον,
νοῆσαι
δύναται,
ὡς
οὐκ
ἄν
εἰ
μὴ
μέγα
τι
ἀγαθὸν
ἦν,
ὑπὸ
Νέρωνος
κατακριθῆναι
.»
Ταύτῃ
γοῦν
οὗτος
θεομάχος
ἐν
τοῖς
μάλιστα
πρῶτος
ἀνακηρυχθείς,
ἐπὶ
τὰς
κατὰ
τῶν
ἀποστόλων
ἐπήρθη
σφαγάς.
Παῦλος
δὴ
οὖν
ἐπ'
αὐτῆς
Ῥώμης
τὴν
κεφαλὴν
ἀποτμηθῆναι,
καὶ
Πέτρος
ὡσαύτως
ἀνασκολοπισθῆναι
κατ'
αὐτὸν
ἱστοροῦνται.
Καὶ
πιστοῦταί
γε
τὴν
ἱστορίαν
ἡ
Πέτρου
καὶ
Παύλου
εἰς
δεῦρο
κρατήσασα
ἐπὶ
τῶν
αὐτόθι
κοιμητηρίων
πρόσρησις
.
Οὐδὲν
δὲ
ἧττον
καὶ
ἐκκλησιαστικὸς
ἀνήρ
Γάϊος
ὄνομα,
κατὰ
Ζεφυρῖνον
Ῥωμαίων
γεγονὼς
ἐπίσκοπον·
ὃς
δὴ
Πρόκλῳ
τῆς
κατὰ
Φρύγας
προϊσταμένῳ
γνώμης
ἐγγράφως
διαλεχθείς,
αὐτὰ
δὴ
ταῦτα
περὶ
τῶν
τόπων
ἔνθα
τῶν
εἰρημένων
ἀποστόλων
τὰ
ἱερὰ
σκηνώματα
κατατέθειται,
φησίν·
«Ἐγὼ
δὲ
τὰ
τρόπαια
τῶν
ἀποστόλων
ἔχω
δεῖξαι.
Ἐὰν
γὰρ
θελήσῃς
ἀπελθεῖν
ἐπὶ
τὸν
Βατικανὸν,
ἢ
ἐπὶ
τὴν
ὁδὸν
τὴν
Ὠστίαν,
εὑρήσεις
τὰ
τρόπαια
τῶν
ταύτην
ἱδρυσαμένων
τὴν
ἐκκλησίαν
».
Ὡς
δὲ
κατὰ
τὸν
αὐτὸν
ἄμφω
καιρὸν
ἐμαρτύρησαν,
Κορινθίων
ἐπίσκοπος
Διονύσιος
ἐγγράφως
Ῥωμαίοις
ὁμιλῶν,
ὧδε
παρίστησιν·
«Ταῦτα
καὶ
ὑμεῖς
διὰ
τῆς
τοσαύτης
νουθεσίας,
τὴν
ἀπὸ
Πέτρου
καὶ
Παύλου
φυτείαν
γενηθεῖσαν
Ῥωμαίων
τε
καὶ
Κορινθίων
συνεκεράσατε.
Καὶ
γὰρ
ἄμφω
καὶ
εἰς
τὴν
ἡμετέραν
Κόρινθον
φοιτήσαντες
ἡμᾶς,
ὁμοίως
δὲ
καὶ
εἰς
τὴν
Ἰταλίαν,
ὁμόσε
διδάξαντες,
ἐμαρτύρησαν
κατὰ
τὸν
αὐτὸν
καιρόν.»
Καὶ
ταῦτα
δὲ,
ὡς
ἂν
ἔτι
μᾶλλον
πιστωθείη
τὰ
τῆς
ἱστορίας. |
|---|