EPIPHANIUS OF SALAMIS - SABELLIUS AND THE SABELLIANS

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Adversus Haereses (Panarion), 62

Greek text from Migne PG Vol. 41, Col. 1052

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

Σαβέλλιός τις ἐν χρόνοις ἀνέστη οὐ πολλῷ πρότερον παλαιοτάτοις· πρόσφατος γὰρ οὗτος· ἀφ' οὗπερ οἱ Σαβελλιανοὶ καλούμενοι. Καὶ οὗτος δὲ παραπλησίως τῶν Νοητιανῶν, πλὴν ὀλίγων τινῶν, δογμάτισας. Πολλοὶ δὲ ἐν τῇ Μέσῃ τῶν ποταμῶν, καὶ ἐπὶ τὰ μέρη τῆς Ῥώμης τοῦ αὐτοῦ δόγματος ὑπάρχουσιν, ἀνοίᾳ τινὶ φερόμενοι.

Δογματίζει γὰρ οὗτος καὶ οἱ ἀπ' αὐτοῦ Σαβελλιανοὶ τὸν αὐτὸν εἶναι Πατέρα, τὸν αὐτὸν Υἱὸν, τὸν αὐτὸν εἶναι ἅγιον Πνεῦμα· ὡς εἶναι ἐν μιᾷ ὑποστάσει τρεῖς ὀνομασίας, ὡς ἐν ἀνθρώπῳ σῶμα, καὶ ψυχὴ, καὶ πνεῦμα. Καὶ εἶναι μὲν τὸ σῶμα, ὡς εἰπεῖν, τὸν Πατέρα, ψυχὴν δὲ, ὡς εἰπεῖν, τὸν Υἱόν, τὸ Πνεῦμα δὲ ὡς ἀνθρώπου, οὕτως καὶ τὸ ἅγιον Πνεῦμα ἐν τῇ θεότητι. ὡς ἐὰν ἐν ἡλίῳ, ὄντι μὲν ἐν μιᾷ ὑποστάσει, τρεῖς δὲ ἔχοντι τὰς ἐνεργείας· φημὶ δὲ τὸ φωτιστικὸν, καὶ τὸ θάλπον, καὶ αὐτὸ τὸ τῆς περιφερείας σχῆμα. Καὶ εἶναι μὲν τὸ θάλπον, εἴτ' οὖν θερμὸν καὶ ζέον, τὸ Πνεῦμα, τὸ φωτιστικὸν δὲ τὸν Υἱόν, τὸν δὲ Πατέρα αὐτὸ εἶναι τὸ εἶδος πάσης τῆς ὑποστάσεως. Πεμφθέντα δὲ τὸν Υἱὸν καιρῷ ποτε, ὥσπερ ἀκτῖνα, καὶ ἐργασάμενον τὰ πάντα ἐν τῷ κόσμῳ τὰ τῆς οἰκονομίας τῆς εὐαγγελικῆς, καὶ σωτηρίας τῶν ἀνθρώπων, ἀναληφθέντα δὲ αὖθις εἰς οὐρανόν, ὡς ὑπὸ ἡλίου πεμφθείσαν ἀκτῖνα, καὶ πάλιν εἰς τὸν ἥλιον ἀναδραμούσαν. Τὸ δὲ ἅγιον Πνεῦμα πέμπεσθαι εἰς τὸν κόσμον, καὶ καθεξῆς, καὶ καθ' ἕκαστα εἰς ἕκαστον τῶν καταξιουμένων· ἀναζωογονεῖν δὲ τὸν τοιοῦτον, καὶ ἀναζέειν, θάλπειν τε καὶ θερμαίνειν, ὡς εἰπεῖν, διὰ τῆς τοῦ πνεύματος δυνάμεώς τε καὶ συμβάσεως. Καὶ ταῦτά ἐστιν δογματίζουσι.

Κέχρηνται δὲ ταῖς πάσαις γραφαῖς Παλαιᾶς τε καὶ Καινῆς Διαθήκης, λέξεσι δέ τισιν αἷς αὐτοὶ ἐκλέγονται κατὰ τὴν ἰδίαν αὐτῶν παραπεποιημένην φρενοβλάβειάν τε καὶ ἄνοιαν. Πρῶτον μὲν τῷ ῥητῷ, εἶπεν Θεὸς πρὸς Μωυσῆν, ὅτι Ἄκουε, Ἰσραήλ, Κύριος Θεός σου, Κύριος εἷς ἐστιν. Οὐ ποιήσεις σεαυτῷ θεοὺς ἑτέρους. Οὐκ ἔσονταί σοι θεοὶ πρόσφατοι· ὅτι ἐγὼ Θεὸς πρῶτος, καὶ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἔστι Θεὸς ἕτερος. Καὶ ὅσα ἕτερα κατὰ τὸν ἴδιον αὐτῶν νοῦν, εἰς τούτων δὲ παράστασιν φέρουσι. Πάλιν ἀπὸ Εὐαγγελίου, ὅτι Ἐγὼ ἐν τῷ Πατρὶ καὶ Πατὴρ ἐν ἐμοί, καὶ, Οἱ δύο ἕν ἐσμεν.