CYRIL OF JERUSALEM - THE SIGNIFICANCE OF BAPTISM

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Catecheticae Orationes Quinque, Mystagogica Catechesis, 1. 1 - 3 (Catechetical Lecture 19)

Greek text from Migne PG,  Vol. 33, Cols 1065 - 1067

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

The Migne version of the complete Greek text of this work (at Google Books) and an English translation (with a facility for viewing it alongside) can be accessed through the website along with a very large number of other such complete texts.

 

(Click on Greek words to link to the Perseus Morphology. Click here for a version of this page which is linked to the Perseus website morphology and lexicon.)

 

Ἐπόθουν ὑμῖν καὶ πάλαι, γνήσια καὶ περιπόθητα τῆς Ἐκκλησίας τέκνα, περὶ τῶν πνευματικῶν τούτων καὶ ἐπουρανίων διαλεχθῆναι μυστηρίων. Ἀλλ' ἐπειδὴ σαφῶς ἠπιστάμην, ὄψιν ἀκοῆς πολλῷ πιστοτέραν εἶναι, ἀνέμενον τὸν παρόντα καιρόν· ἵνα εὐπροσαγωγοτέρους ὑμᾶς περὶ τῶν λεγομένων ἐκ ταύτης λαβὼν τῆς πείρας εἰς τὸν φωτεινότερον καὶ εὐωδέστερον λειμῶνα τοῦδε τοῦ παραδείσου χειραγωγήσω. Ἄλλως δὲ καὶ χωρητικοὶ τῶν θειοτέρων κατέστητε μυστηρίων, θείου καὶ ζωοποιοῦ βαπτίσματος ἀξιωθέντες. Ἐπεὶ τοίνυν λοιπὸν τῶν ἐντελεστέρων δεῖ μαθημάτων παρατιθέναι τράπεζαν, φέρε, ταῦτα ὑμᾶς ἀκριβῶς παιδεύσωμεν, ἵνα εἰδῆτε τὴν ἔμφασιν τὴν πρὸς ὑμῶν κατ' ἐκείνην γεγενημένην τοῦ βαπτίσματος τὴν ἑσπέραν.

Εἰσῄειτε πρῶτον εἰς τὸν προαύλιον τοῦ βαπτιστηρίου οἶκον, καὶ πρὸς τὰς δυσμὰς ἑστῶτες ἠκούσατε καὶ προσετάττεσθε ἐκτείνειν τὴν χεῖρα· καὶ ὡς παρόντι ἀπετάττεσθε τῷ Σατανᾷ. Χρὴ δὲ τοῦτο ὑμᾶς εἰδέναι, ὅτι ἐν παλαιᾷ ἱστορίᾳ οὗτος κεῖται τύπος. Ὅτε γὰρ Φαραώ, πικρότατος καὶ ὠμότατος τύραννος, κατέθλιβε τῶν Ἑβραίων τὸν ἐλεύθερον λαόν καὶ εὐγενῆ, Θεὸς ἀπέστειλε τὸν Μωσῆν, ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς πονηρᾶς τῶν Αἰγυπτίων δουλείας. Καὶ αἵματι μὲν ἀμνοῦ ἐχρίοντο αἱ φλιαὶ, ἵνα φύγῃ ὀλοθρεύων τοὺς τὸ σημεῖον ἔχοντας τοῦ αἵματος οἴκους· παραδόξως δὲ ἠλευθεροῦτο τῶν Ἑβραίων λαός. Ἐπειδὴ δὲ καὶ ἐλευθερωθέντας ἐχθρὸς κατεδίωξε, καὶ παραδόξως εἶδε τὴν θάλασσαν αὐτοῖς τεμνομένην· ὅμως ἐχώρει, ἴχνη ἴχνεσι συμβάλλων, καὶ παραχρῆμα ὑποβρύχιος ἐγίνετο, καταποντούμενος ἐν θαλάσσῃ Ἐρυθρᾷ.

Μετάβηθί μοι λοιπὸν ἀπὸ τῶν παλαιῶν ἐπὶ τὰ νέα, ἀπὸ τοῦ τύπου ἐπὶ τὴν ἀλήθειαν. Ἐκεῖ Μωσῆς εἰς Αἴγυπτον ἀπὸ τοῦ Θεοῦ πεμπόμενος· ἐνταῦθα Χριστὸς ἐκ τοῦ Πατρὸς εἰς τὸν κόσμον ἀποστελλόμενος· ὧδε Χριστός, ἵνα ῥύσηται τοὺς ἐν τῷ κόσμῳ ὑπὸ τῆς ἁμαρτίας καταπονουμένους. Ἐκεῖ αἷμα ἀμνοῦ  ὀλοθρευτοῦ ἦν ἀποτρόπαιον· ἐνταῦθα τοῦ Ἀμνοῦ τοῦ ἀμώμου 8 Ἰησοῦ Χριστοῦ τὸ αἷμα δαιμόνων καθέστηκε φυγαδευτήριον. Ἐκεῖνος τύραννος κατεδίωκεν ἕως θαλάσσης τὸν παλαιὸν ἐκεῖνον λαόν· καὶ σοὶ ἰταμός ἀναίσχυντος καὶ ἀρχέκακος οὗτος δαίμων, ἕως αὐτῶν ἠκολούθει τῶν σωτηρίων ναμάτων. Ἐκεῖνος ὑποβρύχιος γέγονεν ἐν θαλάσσῃ· καὶ οὗτος ἐν τῷ σωτηρίῳ ὕδατι ἀφανίζεται.