CYRIL OF ALEXANDRIA - THE SECOND LETTER OF CYRIL TO NESTORIUS (February 430)

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Letters, 4

Greek text from Migne PG, Vol.77, Cols. 44-50

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

The Migne version of the complete Greek text of this work (at Google Books) and an English translation (with a facility for viewing it alongside) can be accessed through the website along with a very large number of other such complete texts.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

            

Τῷ εὐλαβεστάτῳ καὶ θεοφιλεστάτῳ συλλειτουργῷ Νεστορίῳ, Κύριλλος ἐν Κυρίῳ χαίρειν.

Καταφλυαροῦσι μέν, ὡς ἀκούω, τινὲς τῆς ἐμῆς ὑπολήψεως ἐπὶ τῆς σῆς θεοσεβείας· καὶ τοῦτο συχνῶς τὰς τῶν ἐν τέλει συνόδους καιροφυλακοῦντες μάλιστα· καὶ τάχα που καὶ τέρπειν οἰόμενοι τὴν σὴν ἀκοὴν, καὶ ἀβουλήτους πέμπουσι φωνάς, ἠδικημένοι μὲν οὐδέν, ἐλεγχθέντες δέ καὶ τοῦτο χρησίμως· μὲν ὅτι τυφλοὺς ἠδίκει καὶ πένητας· δὲ, ὡς μητρὶ ξίφος ἐπανατείνας· δὲ, θεραπαίνῃ συγκεκλοφὼς χρυσίον ἀλλότριον καὶ τοιαύτην ἐσχηκὼς ἀεὶ τὴν ὑπόληψιν, ἣν οὐκ ἂν εὔξαιτό τις συμβῆναι τισι καὶ τῶν λίαν ἐχθρῶν. Πλὴν οὐ πολὺς τῶν τοιούτων λόγος ἐμοί, ἵνα μήτε ὑπὲρ τὸν Δεσπότην καὶ διδάσκαλον, μήτε μὴν ὑπὲρ τοὺς πατέρας τὸ τῆς ἐνούσης ἐμοὶ βραχύτητος ἐκτείνοιμι μέτρον. Οὐ γὰρ ἐνδέχεται τὰς τῶν φαύλων διαδρᾶναι σκαιότητας, ὡς ἂν ἕλοιτό τις διαβιοῦν. Ἀλλ ἐκεῖνοι μὲν ἀρᾶς καὶ πικρίας μεστὸν ἔχοντες τὸ στόμα, τῷ πάντων ἀπολογήσονται κριτῇ. Τετράψομαι δὲ πάλιν ἐγὼ πρὸς τὸ ὅτι μάλιστα πρέπον ἐμαυτῷ· καὶ ὑπομνήσω καὶ νῦν, ὡς ἀδελφὸν ἐν Κυρίῳ, τῆς διδασκαλίας τὸν λόγον, καὶ τὸ ἐπὶ τῇ πίστει φρόνημα μετὰ πάσης ἀσφαλείας ποιεῖσθαι πρὸς τοὺς λαοὺς· ἐννοεῖν τε, ὅτι τὸ σκανδαλίσαι καὶ μόνον ἕνα τῶν μικρῶν τῶν πιστευόντων εἰς Χριστὸν, ἀφόρητον ἔχει τὴν ἀγανάκτησιν· εἰ δὲ δὴ πληθὺς εἴη τοσαύτη τῶν λελυπημένων, πῶς οὐχ ἁπάσης εὐτεχνίας ἐν χρείᾳ καθεστήκαμεν, πρός τε τὸ δεῖν ἐμφρόνως περιελεῖν τὰ σκάνδαλα, καὶ τὸν ὑγιᾶ τῆς πίστεως κατευρῦναι λόγον τοῖς ζητοῦσι τὸ ἀληθές; Ἔσται δὲ τοῦτο καὶ μάλα ὀρθῶς, εἰ τοῖς τῶν ἁγίων Πατέρων περιτυγχάνοντες λόγοις, περὶ πολλοῦ τε αὐτοὺς ποιεῖσθαι σπουδάζομεν, καὶ δοκιμάζοντες ἑαυτοὺς, εἰ ἐσμὲν ἐν τῇ πίστει, κατὰ τὸ γεγραμμένον, ταῖς ἐκείνων ὀρθαῖς καὶ ἀνεπιλήπτοις δόξαις τὰς ἐν ἡμῖν ἐννοίας εὖ μάλα συμπλάττομεν.

Ἔφη τοίνυν ἁγία καὶ μεγάλη σύνοδος αὐτὸν, τὸν ἐκ Θεοῦ Πατρὸς κατὰ φύσιν γεννηθέντα Υἱὸν μονογενῆ, τὸν ἐκ Θεοῦ ἀληθινοῦ Θεὸν ἀληθινόν, τὸ φῶς τὸ ἐκ τοῦ φωτός, τὸν δι οὗ τὰ πάντα πεποίηκεν Πατήρ, κατελθεῖν, σαρκωθῆναι τε καὶ ἐνανθρωπῆσαι, παθεῖν ἀναστῆναι τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀνελθεῖν εἰς οὐρανούς. Τούτοις δὲ καὶ ἡμᾶς ἕπεσθαι δεῖ καὶ τοῖς λόγοις καὶ τοῖς δόγμασιν, ἐννοοῦντας, τί τὸ σαρκωθῆναι, καὶ ἐνανθρωπῆσαι δηλοῖ τὸν ἐκ Θεοῦ Λόγον. Οὐ γὰρ φαμὲν ὅτι τοῦ Λόγου φύσις μεταποιηθεῖσα γέγονε σάρξ· ἀλλ οὐδὲ ὅτι εἰς ὅλον ἄνθρωπον μετεβλήθη, τὸν ἐκ ψυχῆς καὶ σώματος· ἐκεῖνο δὲ μᾶλλον, ὅτι σάρκα ἐμψυχωμένην ψυχῇ λογικῇ ἑνώσας Λόγος ἑαυτῷ καθ ὑπόστασιν, ἀφράστως τε καὶ ἀπερινοήτως γέγονεν ἄνθρωπος, καὶ κεχρημάτικεν Υἱὸς ἀνθρώπου, οὐ κατὰ θέλησιν μόνην εὐδοκίαν· ἀλλ οὐδὲ ὡς ἐν προσλήψει προσώπου μόνου· καὶ ὅτι διάφοροι μὲν αἱ πρὸς ἑνότητα τὴν ἀληθινὴν συναχθεῖσαι φύσεις· εἷς δὲ ἐξ ἀμφοῖν Χριστὸς καὶ Υἱός· οὐχ ὡς τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν· ἀποτελεσασῶν δὲ μᾶλλον ἡμῖν τὸν ἕνα Κύριον καὶ Χριστὸν καὶ Υἱὸν, θεότητός τε καὶ ἀνθρωπότητος, διὰ τῆς ἀφράστου καὶ ἀποῤῥήτου πρὸς ἑνότητα συνδρομῆς. Οὕτω τε λέγεται, καίτοι πρὸ αἰώνων ἔχων τὴν ὕπαρξιν, καὶ γεννηθεὶς ἐκ Πατρός, γεννηθῆναι καὶ κατὰ σάρκα ἐκ γυναικός, οὐχ ὡς τῆς θείας αὐτοῦ φύσεως ἀρχὴν τοῦ εἶναι λαβούσης ἐν τῇ ἁγίᾳ Παρθένῳ· οὔτε μὴν δεηθείσης ἀναγκαίως δι ἑαυτὴν δευτέρας γεννήσεως, μετὰ τὴν ἐκ Πατρός. Ἔστι γὰρ εἰκαῖόν τε ὁμοῦ καὶ ἀμαθὲς τὸν ὑπάρχοντα πρὸ παντὸς αἰῶνος, καὶ συναΐδιον τῷ Πατρὶ, δεῖσθαι λέγειν ἀρχῆς τῆς εἰς τὸ εἶναι δευτέρας. Ἐπειδὴ δὲ δι ἡμᾶς, καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἑνώσας ἑαυτῷ καθ ὑπόστασιν τὸ ἀνθρώπινον, προῆλθεν ἐκ γυναικός, ταύτῃ τοι λέγεται γεννηθῆναι σαρκικῶς. Οὐ γὰρ πρῶτον ἄνθρωπος ἐγεννήθη κοινὸς ἐκ τῆς ἁγίας Παρθένου· εἶθ οὕτω καταπεφοίτηκεν ἐπ αὐτὸν Λόγος· ἀλλ ἐξ αὐτῆς μήτρας ἑνωθεὶς, ὑπομεῖναι λέγεται γέννησιν σαρκικήν, ὡς τῆς ἰδίας σαρκὸς τὴν γέννησιν οἰκειούμενος. Οὕτω φαμὲν αὐτὸν καὶ παθεῖν, καὶ ἀναστῆναι, οὐχ ὡς τοῦ Θεοῦ Λόγου παθόντος εἰς ἰδίαν φύσιν, πληγὰς, διατρήσεις ἥλων, γοῦν τὰ ἕτερα τῶν τραυμάτων· ἀπαθὲς γὰρ τὸ Θεῖον, ὅτι καὶ ἀσώματον· ἐπειδὴ δὲ τὸ γεγονὸς αὐτοῦ ἴδιον σῶμα πέπονθε ταῦτα, πάλιν αὐτὸς λέγεται παθεῖν ὑπὲρ ἡμῶν. Ἦν γὰρ ἀπαθὴς ἐν τῷ πάσχοντι σώματι. Κατὰ τὸν ἴσον δὲ τρόπον, καὶ ἐπὶ τοῦ τεθνάναι νοοῦμεν· ἀθάνατος γὰρ κατὰ φύσιν, καὶ ἄφθαρτος, καὶ ζωὴ καὶ ζωοποιός ἐστιν τοῦ Θεοῦ Λόγος. Ἐπειδὴ δὲ πάλιν τὸ ἴδιον αὐτοῦ σῶμα χάριτι Θεοῦ, καθά φησιν Παῦλος, ὑπὲρ παντὸς ἐγεύσατο θανάτου, λέγεται παθεῖν αὐτὸς τὸν ὑπὲρ ἡμῶν θάνατον· οὐχ ὡς εἰς πεῖραν ἐλθὼν τοῦ θανάτου, τό γε ἧκον εἰς τὴν αὐτοῦ φύσιν (ἀποπληξία γὰρ τοῦτο λέγειν φρονεῖν), ἀλλ ὅτι, καθάπερ ἔφην ἀρτίως, σὰρξ αὐτοῦ ἐγεύσατο θανάτου. Οὕτω καὶ ἐγηγερμένης αὐτοῦ τῆς σαρκός, πάλιν ἀνάστασις αὐτοῦ λέγεται· οὐχ ὡς πεσόντος εἰς φθοράν· μὴ γένοιτο· ἀλλ ὅτι τὸ αὐτοῦ πάλιν ἐγήγερται σῶμα. Οὕτω Χριστὸν ἕνα καὶ Κύριον ὁμολογήσομεν· οὐχ ὡς ἄνθρωπον συμπροσκυνοῦντες τῷ Λόγῳ, ἵνα μὴ τομῆς φαντασία παρεισκρίνηται, διὰ τοῦ λέγειν τὸ, συν· ἀλλ ὡς ἕνα καὶ τὸν αὐτὸν προσκυνοῦντες, ὅτι μὴ ἀλλότριον τοῦ Λόγου τὸ σῶμα αὐτοῦ, μεθ οὗ καὶ αὐτῷ συνεδρεύει τῷ Πατρί· οὐχ ὡς δύο πάλιν συνεδρευόντων υἱῶν, ἀλλ ὡς ἑνὸς καθ ἕνωσιν μετὰ τῆς ἰδίας σαρκός. Ἐὰν δὲ τὴν καθ ὑπόστασιν ἕνωσιν ὡς ἀνέφικτον ὡς ἀκαλλῆ παραιτούμεθα 1, ἐμπίπτομεν εἰς τὸ δύο λέγειν υἱούς. Ἀνάγκη γὰρ πᾶσα διορίσαι, καὶ εἰπεῖν τὸν μὲν, ἄνθρωπον ἰδικῶς, τῇ τοῦ Υἱοῦ κλήσει τετιμημένον· ἰδικῶς δὲ πάλιν, τὸν ἐκ Θεοῦ Λόγον, υἱότητος ὄνομά τε καὶ χρῆμα ἔχοντα φυσικῶς. Οὐ διαιρετέον τοιγαροῦν εἰς υἱοὺς δύο, τὸν ἕνα Κύριον Ἰησοῦν Χριστόν. Ὠφέλησε κατ οὐδένα τρόπον τὸν ὀρθὸν τῆς πίστεως λόγον εἰς τὸ οὕτως ἔχειν, κἂν εἰ προσώπων ἕνωσιν ἐπιφημίζωσι τινές. Οὐ γὰρ εἴρηκεν Γραφὴ ὅτι Λόγος ἀνθρώπου πρόσωπον ἥνωσεν ἑαυτῷ, ἀλλ ὅτι γέγονε σάρξ. Τὸ δὲ σάρκα γενέσθαι τὸν Λόγον, οὐδὲν ἕτερόν ἐστιν, εἰ μὴ ὅτι παραπλησίως ἡμῖν μετέσχεν αἵματος καὶ σαρκὸς. Ἴδιον δὲ σῶμα τὸ ἡμῶν ἐποιήσατο, καὶ προῆλθεν ἄνθρωπος ἐκ γυναικός, οὐκ ἀποβεβληκὼς τὸ εἶναι Θεὸς, καὶ τὸ ἐκ Θεοῦ γεννηθῆναι Πατρός· ἀλλὰ καὶ ἐν προσλήψει σαρκὸς μεμενηκὼς ὅπερ ἦν. Τοῦτο πρεσβεύει πανταχοῦ τῆς ἀκριβοῦς πίστεως λόγος· οὕτως εὑρήσομεν τοὺς ἁγίους πεφρονηκότας Πατέρας· οὕτω τεθαρσήκασι Θεοτόκον εἰπεῖν τὴν ἁγίαν Παρθένον· οὐχ ὡς τῆς τοῦ Λόγου φύσεως, ἤτοι τῆς θεότητος αὐτοῦ τὴν ἀρχὴν τοῦ εἶναι λαβούσης ἐκ τῆς ἁγίας Παρθένου· ἀλλ ὡς γεννηθέντος ἐξ αὐτῆς τοῦ ἁγίου σώματος, ψυχωθέντος λογικῶς, καὶ καθ ὑπόστασιν ἑνωθεὶς Λόγος γεγεννῆσθαι λέγεται κατὰ σάρκα. Ταῦτα καὶ νῦν ἐξ ἀγάπης τῆς ἐν Χριστῷ γράφω, παρακαλῶν ὡς ἀδελφὸν, καὶ διαμαρτυρόμενος ἐνώπιον τοῦ Θεοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων αὐτοῦ, ταῦτα μεθ ἡμῶν καὶ φρονεῖν καὶ διδάσκειν· ἵνα σώζηται τῶν Ἐκκλησιῶν εἰρήνη, καὶ τῆς ὁμονοίας καὶ ἀγάπης σύνδεσμος ἀῤῥαγὴς διαμένοι τοῖς ἱερεῦσι τοῦ Θεοῦ. Πρόσειπε τὴν παρὰ σοὶ ἀδελφότητα. Σὲ σὺν ἡμῖν ἐν Χριστῷ προσαγορεύει.