CYRIL OF ALEXANDRIA - LETTER TO JOHN OF ANTIOCH (April 433)

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Letters, 39

Greek text from Migne PG, Vol.77, Cols. 173-181

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

The Migne version of the complete Greek text of this work (at Google Books) and an English translation (with a facility for viewing it alongside) can be accessed through the website along with a very large number of other such complete texts.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

            

Τῷ Κυρίῳ μου, ἀγαπητῷ ἀδελφῷ, καὶ συλλειτουργῷ Ἰωάννῃ, Κύριλλος, ἐν Κυρίῳ χαίρειν.

« Εὐφραινέσθωσαν οἱ οὐρανοὶ, καὶ ἀγαλλιάσθω γῆ· » Λέλυται γὰρ τὸ μεσότοιχον τοῦ φραγμοῦ, καὶ πέπαυται τὸ λυποῦν, καὶ διχονοίας ἁπάσης ἀνῄρηται τρόπος, τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ ταῖς ἑαυτοῦ Ἐκκλησίαις τὴν εἰρήνην βραβεύοντος· κεκληκότων δὲ πρὸς τοῦτο ἡμᾶς καὶ τῶν εὐσεβεστάτων καὶ θεοφιλεστάτων βασιλέων, οἳ προγονικῆς εὐσεβείας ἄριστοι ζηλωταὶ γεγονότες, ἀσφαλῆ μὲν καὶ ἀκατάσειστον τὴν ὀρθὴν ἐν ἰδίαις ψυχαῖς φυλάττουσι πίστιν, ἐξαίρετον δὲ ποιοῦνται φροντίδα τὴν ὑπὲρ τῶν ἁγίων Ἐκκλησιῶν, ἵνα διαβόητον ἔχωσιν εἰς αἰῶνα τὴν δόξαν καὶ εὐκλεεστάτην ἀποφήνωσι τὴν ἑαυτῶν βασιλείαν· οἷς καὶ αὐτὸς τῶν δυνάμεων Χριστὸς Κύριος πλουσίᾳ χειρὶ διανέμει τὰ ἀγαθὰ, καὶ δίδωσι μὲν κατακρατεῖν τῶν ἀνθεστηκότων, χαρίζεται δὲ τὸ νικᾷν. Οὐ γὰρ ἂν διαψεύσησεται λέγων ὅτι « Ζῶ ἐγώ, λέγει Κύριος· ὅτι τοὺς δοξάσαντάς με δοξάσω. » Ἀφικομένου τοίνυν εἰς τὴν Ἀλεξάνδρειαν τοῦ κυρίου μου τοῦ θεοφιλεστάτου συλλειτουργοῦ καὶ ἀδελφοῦ Παύλου, θυμηδίας ἐμπεπλήσμεθα καὶ σφόδρα εἰκότως, ὡς ἀνδρὸς τοιούτου μεσιτεύοντος, καὶ τοῖς ὑπὲρ δύναμιν πόνοις ἑλομένου προσομιλεῖν, ἵνα τὸν τοῦ διαβόλου νικήσῃ φθόνον, καὶ συνάψῃ τὰ διῃρημένα, καὶ τὰ μεταξὺ διεῤῥιμμένα σκάνδαλα περιελὼν, ὁμονοίᾳ καὶ εἰρήνῃ στεφανώσῃ τάς τε παρ ἡμῖν, καὶ τὰς παρ ὑμῖν Ἐκκλησίας. Τίνα μὲν γὰρ διῄρηνται τρόπον, περιττὸν εἰπεῖν. Χρῆναι δὲ ὑπολαμβάνω τὰ τῷ τῆς εἰρήνης πρέποντα καιρῷ, καὶ φρονεῖν καὶ λαλεῖν. Ἥσθημεν τοίνυν τῇ συντυχίᾳ τοῦ μνημονευθέντος θεοσεβεστάτου ἀνδρός· ὃς τάχα που καὶ ἀγῶνας ἕξειν οὐ μικροὺς ὑπενόησεν, ἀναπείθων ἡμᾶς, ὅτι χρὴ συνάψαι πρὸς εἰρήνην τὰς Ἐκκλησίας, καὶ τὸν τῶν ἑτεροδόξων ἀφανίσαι γέλωτα, ἀπαμβλῦναί τε πρὸς τούτῳ τῆς τοῦ διαβόλου δυστροπίας τὸ κέντρον. Ἑτοίμως δὲ οὕτως ἔχοντας ἐπὶ τούτῳ κατέλαβεν, ὡς μηδένα πόνον ὑποστῆναι παντελῶς. Μεμνήμεθα γὰρ τοῦ Σωτῆρος λέγοντος « Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν. » Δεδιδάγμεθα δὲ καὶ λέγειν ἐν προσευχαῖς « Κύριε Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδωκας ἡμῖν. » Ὤστε εἴ τις ἐν μεθέξει γένοιτο τῆς παρὰ Θεοῦ χορηγουμένης εἰρήνης, ἀνενδεὴς ἔσται παντὸς ἀγαθοῦ. Ὅτι δὲ περιττὴ παντελῶς καὶ οὐκ εὐάφορμος τῶν Ἐκκλησιῶν διχοστασία γέγονε, νυνὶ μάλιστα πεπληροφορήμεθα, τοῦ κυρίου μου τοῦ εὐοσεβεστάτου Παύλου ἐπισκόπου χάρτην προκομίσαντος, ἀδιάβλητον ἔχοντα τῆς πίστεως τὴν ὁμολογίαν, καὶ ταύτην συντετάχθαι διαβεβαιουμένου παρά τε τῆς σῆς ὁσιότητος, καὶ τῶν αὐτόθι θεοφιλεστάτων ἐπισκόπων. Ἔχει δὲ οὕτως συγγραφὴ, καὶ αὐταῖς λέξεσιν ἐντέθειται τῇδε ἡμῶν τῇ ἐπιστολῇ·

Περὶ δὲ τῆς Θεοτόκου Παρθένου ὅπως καὶ φρονοῦμεν, καὶ λέγομεν, τοῦ τε τρόπου τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ἀναγκαίως, οὐκ ἐν προσθήκης μέρει, ἀλλ ἐν πληροφορίας εἴδει, ὡς ἄνωθεν ἔκ τε τῶν θείων Γραφῶν, ἔκ τε τῆς παραδόσεως τῶν ἁγίων Πατέρων παρειληφότες ἐσχήκαμεν, διὰ βραχέων ἐροῦμεν, οὐδὲν τὸ σύνολον προστιθέντες τῇ τῶν ἁγίων Πατέρων τῶν ἐν Νικαίᾳ ἐκτεθείσῃ πίστει. Ὡς γὰρ ἔφθημεν εἰρηκότες, πρὸς πᾶσαν ἐξαρκεῖ καὶ εὐσεβείας γνῶσιν, πάσης καὶ αἱρετικῆς κακοδοξίας ἀποκήρυξιν. Ἐροῦμεν δέ οὐ κατατολμῶντες τῶν ἀνεφίκτων, ἀλλὰ τῇ ὁμολογίᾳ τῆς οἰκείας ἀσθενείας, ἀποκλείοντες τοῖς ἐπιφύεσθαι βουλομένοις, ἐν οἷς τὰ ὑπὲρ ἄνθρωπον διασκεπτόμεθα.

Ὁμολογοῦμεν τοιγαροῦν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, Θεὸν τέλειον, καὶ ἄνθρωπον τέλειον ἐκ ψυχῆς λογικῆς καὶ σώματος· πρὸ αἰώνων μὲν ἐκ τοῦ Πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα, ἐπ ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι ἡμᾶς, καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν, ἐκ Μαρίας τῆς Παρθένου κατὰ τὴν ἀνθρωπότητα· ὁμοούσιον τῷ Πατρὶ τὸν αὐτὸν κατὰ τὴν θεότητα, καὶ ὁμοούσιον ἡμῖν κατὰ τὴν ἀνθρωπότητα. Δύο γὰρ φύσεων ἕνωσις γέγονεν· διὸ ἕνα Χριστὸν, ἕνα Υἱὸν, ἕνα Κύριον ὁμολογοῦμεν. Κατὰ ταύτην τὴν τῆς ἀσυγχύτου ἑνώσεως ἔννοιαν ὁμολογοῦμεν τὴν ἁγίαν Παρθένον Θεοτόκον, διὰ τὸ τὸν Θεὸν Λόγον σαρκωθῆναι, καὶ ἐνανθρωπῆσαι, καὶ ἐξ αὐτῆς τῆς συλλήψεως ἑνῶσαι ἑαυτῷ τὸν ἐξ αὐτῆς ληφθέντα ναόν. Τὰς δὲ εὐαγγελικὰς καὶ ἀποστολικὰς περὶ τοῦ Κυρίου φωνὰς, ἴσμεν τοὺς θεολόγους ἄνδρας, τὰς μὲν κοινοποιοῦντας, ὡς ἐφ ἑνὸς προσώπου, τὰς δὲ διαιροῦντας, ὡς ἐπὶ δύο φύσεων· καὶ τὰς μὲν θεοπρεπεῖς κατὰ τὴν θεότητα τοῦ Χριστοῦ, τὰς δὲ ταπεινὰς κατὰ τὴν ἀνθρωπότητα αὐτοῦ παραδιδόντας.

Ταύταις ὑμῶν ἐντυχόντες ταῖς ἱεραῖς φωναῖς, οὕτω τε καὶ ἑαυτοὺς φρονοῦντας εὑρίσκοντες (εἷς γὰρ Κύριος, μία πίστις, ἓν βάπτισμα), ἐδοξάσαμεν τὸν τῶν ὅλων Σωτῆρα Θεόν, ἀλλήλοις συγχαίροντες, ὅτι ταῖς θεοπνεύστοις Γραφαῖς, καὶ τῇ παραδόσει τῶν ἁγίων ἡμῶν Πατέρων, συμβαίνουσαν ἔχουσι πίστιν αἵ τε παρ ἡμῖν καὶ αἱ παρ ὑμῖν Ἐκκλησίαι. Ἐπειδὴ δὲ ἐπυθόμην τῶν φιλοψογεῖν εἰωθότων τινὰς σφηκῶν ἀγρίων δίκην περιβομβεῖν, καὶ μοχθηροὺς ἐρεύγεσθαι κατ ἐμοῦ λόγους, ὡς ἐξ οὐρανοῦ κατακομισθὲν, καὶ οὐκ ἐκ τῆς ἁγίας Παρθένου λέγοντος τὸ ἅγιον σῶμα Χριστοῦ, δεῖν ᾠήθην ὀλίγα περὶ τούτου πρὸς αὐτοὺς εἰπεῖν. ἀνόητοι, καὶ μόνον εἰδότες τὸ συκοφαντεῖν, πῶς εἰς τοῦτο παρηνέχθητε γνώμης, καὶ τοσαύτην νενοσήκατε τὴν μωρίαν; Ἔδει γὰρ, ἔδει σαφῶς ἐννοεῖν, ὅτι σχεδὸν ἅπας ἡμῖν περὶ τῆς πίστεως ἀγὼν συγκεκρότηται, διαβεβαιουμένοις ὅτι Θεοτόκος ἐστὶν ἁγία Παρθένος. Ἀλλ εἴπερ ἐξ οὐρανοῦ, καὶ οὐκ ἐξ αὐτῆς τὸ ἅγιον σῶμα γεγενῆσθαι φαμὲν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, πῶς ἂν ἔτι νοοῖτο Θεοτόκος; Τίνα γὰρ ὅλως τέτοκεν, εἰ μή ἐστιν ἀληθὲς, ὅτι γεγέννηκε κατὰ σάρκα τὸν Ἐμμανουήλ; Γελάσθωσαν τοίνυν οἱ ταῦτα περὶ ἐμοῦ πεφλυαρηκότες. Οὐ γὰρ ψεύδεται λέγων μακάριος προφήτης Ἡσαίας· « ἰδοὺ Παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται Υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· ἐστι μεθερμηνευόμενον, Μεθ ἡμῶν Θεός. » Ἀληθεύει δὲ πάντως καὶ ἅγιος Γαβριὴλ, πρὸς τὴν μακαρίαν Παρθένον εἰπών· « Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ· καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ Υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. » Ὅταν δὲ λέγωμεν, ἐξ οὐρανοῦ, καὶ ἄνωθεν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, οὐχ ὡς ἄνωθεν, καὶ ἐξ οὐρανοῦ κατενεχθείσης τῆς ἁγίας αὐτοῦ σαρκὸς, τοιαῦτα φαμέν, ἑπόμενοι δὲ μᾶλλον τῷ θεσπεσίῳ Παύλῳ, διακεκραγότι σαφῶς· « πρῶτος ἄνθρωπος ἐκ γῆς χοικός· δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ. » Μεμνήμεθα δὲ καὶ αὐτοῦ τοῦ Σωτῆρος λέγοντος· « Καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ἐκ τοῦ οὐρανοῦ καταβάς, Υἱὸς τοῦ ἀνθρώπου. » Καίτοι γεγέννηται κατὰ σάρκα, καθάπερ ἔφην ἀρτίως, ἐκ τῆς ἁγίας Παρθένου· ἐπειδὴ δὲ ἄνωθεν, καὶ ἐξ οὐρανοῦ καταφοιτήσας Θεὸς Λόγος κεκένωκεν ἑαυτὸν, μορφὴν δούλου λαβὼν, καὶ κεχρημάτικεν Υἱὸς ἀνθρώπου, μετὰ τοῦ μεῖναι ἦν, τοῦτ ἔστι Θεός (ἄτρεπτος γὰρ καὶ ἀναλλοίωτος κατὰ φύσιν ἐστίν), ὡς εἷς ἤδη νοούμενος μετὰ τῆς ἰδίας σαρκὸς, ἐξ οὐρανοῦ λέγεται κατελθεῖν. Ὠνόμασται δὲ καὶ ἄνθρωπος ἐξ οὐρανοῦ, τέλειος ὢν ἐν θεότητι, καὶ τέλειος αὐτὸς ἐν ἀνθρωπότητι, καὶ ὡς ἐν ἑνὶ προσώπῳ νοούμενος. Εἷς γὰρ Κύριος Ἰησοῦς Χριστός, κἂν τῶν φύσεων μὴ ἀγνοῆται διαφορά, ἐξ ὧν τὴν ἀπόῤῥητον ἕνωσιν πεπρᾶχθαι φαμέν. Τοὺς δὲ λέγοντας ὅτι κρᾶσις, σύγχυσις, φυρμὸς ἐγένετο τοῦ Θεοῦ Λόγου πρὸς τὴν σάρκα, καταξιωσάτω σὴ ὁσιότης ἐπιστομίζειν. Εἰκὸς γὰρ τινὰς καὶ ταῦτα περὶ ἐμοῦ θρυλλεῖν, ὡς πεφρονηκότος, εἰρηκότος. Ἐγὼ δὲ τοσοῦτον ἀφέστηκα τοῦ φρονῆσαί τι τοιοῦτον, ὥστε καὶ μαίνεσθαι νομίζω τοὺς οἰηθέντας ὅλως, ὅτι τροπῆς ἀποσκίασμα περὶ τὴν τοῦ Θεοῦ Λόγου φύσιν συμβῆναι δύναται. Μένει γὰρ ἐστιν ἀεὶ, καὶ οὐκ ἠλλοίωται· ἀλλ οὐδ ἂν ἀλλοιωθείη πώποτε, καὶ μεταβολῆς ἔσται δεκτική. Ἀπαθῆ δὲ πρὸς τούτῳ τὸν τοῦ Θεοῦ Λόγον ὑπάρχειν ὁμολογοῦμεν ἅπαντες, κἂν εἰ πανσόφως αὐτὸς οἰκονομῶν τὸ μυστήριον, ἑαυτῷ προσνέμων ὁρῷτο τὰ τῇ ἰδίᾳ σαρκὶ συμβεβηκότα πάθη. Ταύτῃ τοι καὶ πάνσοφος Πέτρος, Χριστοῦ, φησὶ, παθόντος σαρκὶ, καὶ οὐχὶ τῇ φύσει τῆς ἀῤῥήτου θεότητος. Ἵνα γὰρ αὐτὸς τῶν ὅλων Σωτὴρ εἶναι πιστεύηται, κατ οἰκείωσιν οἰκονομικὴν εἰς ἑαυτόν, ὡς ἔφην, τὰ τῆς ἰδίας σαρκὸς ἀναφέρει πάθη. Ὁποῖόν ἐστιν τὸ διὰ τῆς τοῦ προφήτου φωνῆς προαναφωνούμενον, ὡς ἐξ αὐτοῦ· « Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων. » Ὅτι δὲ ταῖς τῶν ἁγίων Πατέρων δόξαις ἑπόμεθα πανταχοῦ, μάλιστα δὲ τοῦ μακαρίου καὶ πανευφήμου Πατρὸς ἡμῶν Ἀθανασίου, τὸ κατά τι γοῦν ὅλως ἔξω φέρεσθαι παραιτούμενοι, πεπείσθω μὲν σὴ ὁσιότης, ἐνδοιαζέτω δὲ τῶν ἄλλων μηδείς. Παρέθηκα δ ἂν καὶ χρήσεις αὐτῶν πολλάς, τοὺς ἐμαυτοῦ λόγους ἐξ αὐτῶν πιστούμενος, εἰ μὴ τὸ μῆκος ἐδεδίειν τοῦ γράμματος, μὴ ἄρα πως γένηται διὰ τοῦτο προσκορές. Καὶ κατ οὐδένα δὲ τρόπον σαλεύεσθαι πρός τινων ἀνεχόμεθα τὴν ὁρισθεῖσαν πίστιν, ἤτοι τὸ τῆς πίστεως σύμβολον, παρὰ τῶν ἁγίων ἡμῶν Πατέρων, τῶν ἐν Νικαίᾳ συνελθόντων κατὰ καιροὺς. Οὔτε μὴν ἐπιτρέπομεν ἑαυτοῖς, ἑτέροις, λέξιν ἀμεῖψαι τῶν ἐγκειμένων ἐκεῖσε, μίαν γοῦν παραβῆναι συλλαβήν, μεμνημένοι τοῦ λέγοντος· « Μὴ μέταιρε ὅρια αἰώνια, ἔθεντο οἱ πατέρες σου. » Οὐ γὰρ ἦσαν αὐτοὶ οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Θεοῦ καὶ Πατρός· ἐκπορεύεται μὲν ἐξ αὐτοῦ, ἔστιν δὲ οὐκ ἀλλότριον τοῦ Υἱοῦ κατὰ τὸν τῆς οὐσίας λόγον· καὶ πρός γε τοῦτο ἡμᾶς οἱ τῶν ἁγίων μυσταγωγῶν πιστοῦνται λόγοι. Ἐν μὲν γὰρ ταῖς Πράξεσιν τῶν ἀποστόλων γέγραπται· « Ἐλθόντες δὲ κατὰ τὴν Μυσίαν, ἐπείραζον εἰς τὴν Βιθυνίαν πορευθῆναι· καὶ οὐκ εἴασεν αὐτοὺς τὸ Πνεῦμα Ἰησοῦ. » Ἐπιστέλλει δὲ καὶ θεσπέσιος Παῦλος· « Οἱ δὲ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται. Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ ἐν πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὔκ ἐστιν αὐτοῦ. » Ὅταν δὲ τινὲς τῶν τὰ ὀρθὰ διαστρέφειν εἰωθότων τὰς ἐμὰς παρατρέπωσι φωνὰς εἰς τὸ αὐτοῖς δοκοῦν, μὴ θαυμαζέτω τοῦτο σὴ ὁσιότης, εἰδυῖα ὅτι καὶ οἱ ἀπὸ πάσης αἱρέσεως ἐκ τῆς θεοπνεύστου Γραφῆς τὰς τῆς ἑαυτῶν πλάνης συλλέγουσιν ἀφορμάς, τὰ διὰ τοῦ ἁγίου Πνεύματος ὀρθῶς εἰρημένα, ταῖς ἑαυτῶν κακονοίαις παραφθείροντες, καὶ ταῖς ἰδίαις κεφαλαῖς τὴν ἄσβεστον ἐπαντλοῦντες φλόγα. Ἐπειδὴ δὲ μεμαθήκαμεν, ὅτι καὶ τὴν πρὸς τὸν μακάριον Ἐπίκτητον ἐπιστολὴν τοῦ πανευφήμου Πατρὸς ἡμῶν Ἀθανασίου, ὀρθοδόξως ἔχουσαν, παραφθείραντες τινὲς ἐκδεδώκασιν, ὡς ἐντεῦθεν ἀδικεῖσθαι πολλούς, διὰ τοῦτο χρήσιμόν τι καὶ ἀναγκαῖον ἐπινοοῦντες τοῖς ἀδελφοῖς, ἐξ ἀντιγράφων ἀρχαίων, τῶν παρ ἡμῖν, καὶ ἁπλῶς ἐχόντων, ἀπεστείλαμεν τὰ ἴσα τῇ σῇ ὁσιότητι. Ἐῤῥωσο.