ATHANASIUS - THE FIRST CREED OF SIRMIUM - 351

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Printable Version of Text
plus translation and notes

("Creeds and Councils" Section)

De Synodis, 27

Greek text from Migne PG, Vol. 26, Col. 736 ff.

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

The versions of this creed as found in Socrates and Hilary are on the subscription version of the website.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

Ἀλλ οὐδὲ τούτοις ἐνέμειναν· πάλιν γὰρ ἐν Σιρμίῳ συνελθόντες κατὰ Φωτεινοῦ, τότε συνέθηκαν αὖθις πίστιν, οὐκέτι μὲν οὕτω σχοινοτενῆ, οὐδὲ τοσαύτην τοῖς ῥήμασιν· ἀφελόντες δὲ τὰ πλεῖστα καὶ προσθέντες ἄλλα, ὥσπερ ἐξ ὑποβολῆς παρά τινων ἀκούσαντες, ἔγραψαν ταῦτα·

« Πιστεύομεν εἰς ἕνα Θεόν, Πατέρα παντοκράτορα, τὸν κτίστην καὶ ποιητὴν τῶν πάντων, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται· καὶ εἰς τὸν μονογενῆ αὐτοῦ Υἱὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν, τὸν πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ Πατρὸς γεννηθέντα· Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτός, δι οὗ ἐγένετο τὰ πάντα, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα· Λόγον ὄντα καὶ σοφίαν, καὶ φῶς ἀληθινὸν, καὶ ζωήν· τὸν ἐπ ἐσχάτων τῶν ἡμερῶν δι ἡμᾶς ἐνανθρωπήσαντα· καὶ γεννηθέντα ἐκ τῆς ἁγίας Παρθένου, καὶ σταυρωθέντα, καὶ ἀποθανόντα, καὶ ταφέντα· καὶ ἀναστάντα ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀναληφθέντα εἰς οὐρανὸν, καὶ καθεσθέντα ἐν δεξιᾷ τοῦ Πατρὸς· καὶ ἐρχόμενον ἐπὶ συντελείᾳ τοῦ αἰῶνος κρῖναι ζῶντας καὶ νεκροὺς, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· οὗ βασιλεία, ἀκατάπαυστος οὖσα, διαμένει εἰς τοὺς ἀπείρους αἰῶνας· ἔσται γὰρ καθεζόμενος ἐν δεξιᾷ τοῦ Πατρός, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τουτέστι τὸν Παράκλητον, ὅπερ ἐπαγγειλάμενος τοῖς ἀποστόλοις, μετὰ τὴν εἰς οὐρανοὺς αὐτοῦ ἄνοδον ἀποστεῖλαι, διδάξαι καὶ ὑπομνῆσαι αὐτοὺς πάντα, ἔπεμψε· δι οὗ καὶ ἁγιάζονται αἱ τῶν εἰλικρινῶς εἰς αὐτὸν πεπιστευκότων ψυχαί.

I. « Τοὺς δὲ λέγοντας ἐξ οὐκ ὄντων τὸν Υἱὸν, ἐξ ἑτέρας ὑποστάσεως, καὶ μὴ ἐκ τοῦ Θεοῦ, καὶ ὅτι ἦν χρόνος αἰών, ὅτε οὐκ ἦν, ἀλλοτρίους οἶδεν ἁγία καὶ καθολικὴ Ἐκκλησία.

II. « Πάλιν οὖν ἐροῦμεν· Εἴ τις τὸν Πατέρα καὶ τὸν Υἱὸν δύο λέγει Θεούς, ἀνάθεμα ἔστω.

III. « Καὶ εἴ τις λέγων Θεὸν τὸν Χριστὸν πρὸ αἰώνων Υἱὸν τοῦ Ωεοῦ, ὑπουργηκότα τῷ Πατρὶ εἰς τὴν τῶν ὅλων δημιουργίαν μὴ ὁμολογοίη, ἀνάθεμα ἔστω.

IV. « Εἴ τις τὸν ἀγέννητον, μέρος αὐτοῦ ἐκ Μαρίας λέγειν γεγενῆσθαι τολμᾷ, ἀνάθεμα ἔστω.

V. « Εἴ τις κατὰ πρόγνωσιν πρὸ Μαρίας λέγει τὸν Υἱὸν εἶναι, καὶ μὴ πρὸ αἰώνων ἐκ τοῦ Πατρὸς γεγεννημένον πρὸς τὸν Θεὸν εἶναι, καὶ δι αὐτοῦ γεγενῆσθαι τὰ πάντα, ἀνάθεμα ἔστω.

VI. « Εἴ τις τὴν οὐσίαν τοῦ Θεοῦ πλατύνεσθαι, συστέλλεσθαι φάσκοι, ἀνάθεμα ἔστω.

VII. « Εἴ τις πλατυνομένην τὴν οὐσίαν τοῦ Θεοῦ τὸν Υἱὸν λέγοι ποιεῖν, τὸν πλατυσμὸν τῆς οὐσίας αὐτοῦ Υἱὸν ὀνομάζοι, ἀνάθεμα ἔστω.

VIII. « Εἴ τις ἐνδιάθετον προφορικὸν λόγον λέγοι τὸν Υἱὸν τοῦ Θεοῦ, ἀνάθεμα ἔστω.

IX. « Εἴ τις ἄνθρωπον μόνον λέγει τὸν ἐκ Μαρίας Υἱόν, ἀνάθεμα ἔστω.

X. « Εἴ τις θεὸν καὶ ἄνθρωπον τὸν ἐκ Μαρίας λέγων, Θεὸν τὸν ἀγέννητον οὕτω νοεῖ, ἀνάθεμα ἔστω.

XI. « Εἴ τις τὸ, « Ἐγὼ Θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἔστι Θεὸς, » ἐπ ἀναιρέσει εἰδώλων καὶ τῶν μὴ ὄντων θεῶν εἰρημένον, ἐπ ἀναιρέσει τοῦ Μονογενοῦς πρὸ αἰώνων Θεοῦ Ἰουδαϊκῶς ἐκλαμβάνοι, ἀνάθεμα ἔστω.

XII. « Εἴ τις τὸ, « Λόγος σὰρξ ἐγένετο, » ἀκούων, τὸν Λόγον εἰς σάρκα μεταβεβλῆσθαι νομίζοι, τροπὴν ὑπομεμενηκότα ἀνειληφέναι τὴν σάρκα λέγοι, ἀνάθεμα ἔστω.

XIII. « Εἴ τις, τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ ἐσταυρωμένον ἀκούων, τὴν θεότητα αὐτοῦ φθορὰν, πάθος, τροπὴν, μείωσιν, ἀναίρεσιν ὑπομεμενηκέναι λέγοι, ἀνάθεμα ἔστω.

XIV. « Εἴ τις τὸ, « Ποιήσωμεν ἄνθρωπον, » μὴ τὸν Πατέρα πρὸς τὸν Υἱὸν λέγειν, ἀλλ αὐτὸν πρὸς ἑαυτὸν λέγοι τὸν Θεὸν εἰρηκέναι, ἀνάθεμα ἔστω.

XV. « Εἴ τις μὴ τὸν Υἱὸν λέγοι τῷ Ἀβραὰμ ἑωρᾶσθαι, ἀλλὰ τὸν ἀγέννητον Θεὸν, μέρος αὐτοῦ, ἀνάθεμα ἔστω.

XVI. « Εἴ τις τῷ Ἰακὼβ μὴ τὸν Υἱὸν ὡς ἄνθρωπον πεπαλαικέναι, ἀλλὰ τὸν ἀγέννητον Θεὸν, μέρος αὐτοῦ λέγοι, ἀνάθεμα ἔστω.

XVII. « Εἴ τις τὸ « Ἔβρεξε Κύριος πῦρ παρὰ Κυρίου, » μὴ ἐπὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκλαμβάνοι, ἀλλ αὐτὸν παρ ἑαυτοῦ λέγει βεβρεχέναι, ἀνάθεμα ἔστω· ἔβρεξε γὰρ Κύριος Υἱὸς παρὰ Κυρίου τοῦ Πατρός.

XVIII. « Εἴ τις, ἀκούων Κύριον τὸν Πατέρα, καὶ τὸν Υἱὸν Κύριον, καὶ Κύριον τὸν Πατέρα καὶ τὸν Υἱόν, ἐπεὶ Κύριος ἐκ Κυρίου, δύο λέγοι Θεούς, ἀνάθεμα ἔστω. Οὐ γὰρ συντάσσομεν Υἱὸν τῷ Πατρί, ἀλλ ὑποτεταγμένον τῷ Πατρί. Οὔτε γὰρ κατῆλθεν ἐπὶ Σόδομα ἄνευ βουλῆς τοῦ Πατρὸς, οὔτε ἔβρεξεν ἀφ ἑαυτοῦ, ἀλλὰ παρὰ Κυρίου, αὐθεντοῦντος δηλαδὴ τοῦ Πατρός· οὔτε κάθηται ἐκ δεξιῶν ἀφ ἑαυτοῦ, ἀλλ ἀκούει λέγοντος τοῦ Πατρός· « Κάθου ἐκ δεξιῶν μου. »

XIX. « Εἴ τις τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ Ἅγιον Πνεῦμα ἓν πρόσωπον λέγει, ἀνάθεμα ἔστω.

XX. « Εἴ τις, τὸ Πνεῦμα τὸ ἅγιον Παράκλητον λέγων, τὸν ἀγέννητον λέγοι Θεόν, ἀνάθεμα ἔστω.

XXI. « Εἴ τις, ὡς ἐδίδαξεν ἡμᾶς Κύριος, μὴ ἄλλον λέγοι τὸν Παράκλητον παρὰ τὸν Υἱόν· εἴρηκε γὰρ « Καὶ ἄλλον Παράκλητον πέμψει ὑμῖν Πατὴρ, ὃν ἐρωτήσω ἐγώ, » ἀνάθεμα ἔστω.

XXII. « Εἴ τις τὸ Πνεῦμα τὸ ἅγιον μέρος λέγοι τοῦ Πατρὸς, τοῦ Υἱοῦ, ἀνάθεμα ἔστω.

XXIII. « Εἴ τις τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα τρεῖς λέγοι Θεούς, ἀνάθεμα ἔστω.

XXIV. « Εἴ τις βουλήσει τοῦ Θεοῦ ὡς ἓν τῶν ποιημάτων γεγονέναι λέγοι τὸν Υἱὸν τοῦ Θεοῦ, ἀνάθεμα ἔστω.

XXV. « Εἴ τις μὴ θελήσαντος τοῦ Πατρὸς γεγεννῆσθαι λέγοι τὸν Υἱόν, ἀνάθεμα ἔστω. Οὐ γὰρ βιασθεὶς Πατὴρ ὑπὸ ἀνάγκης φυσικῆς ἀχθείς, ὡς οὐκ ἤθελεν, ἐγέννησε τὸν Υἱόν, ἀλλ ἅμα τε ἠβουλήθη, καὶ ἀχρόνως καὶ ἀπαθῶς ἐξ ἑαυτοῦ αὐτὸν γεννήσας ἐπέδειξεν.

XXVI. « Εἴ τις ἀγέννητον καὶ ἄναρχον λέγοι τὸν Υἱόν, ὡς δύο ἄναρχα καὶ δύο ἀγέννητα λέγων, καὶ δύο ποιῶν Θεούς, ἀνάθεμα ἔστω. Κεφαλὴ γάρ, ἐστιν ἀρχὴ πάντων, Υἱός. κεφαλὴ δέ, ἐστιν ἀρχή τοῦ Χριστοῦ, Θεός· οὕτω γὰρ εἰς μίαν ἄναρχον τῶν ὅλων ἀρχὴν δι Υἱοῦ εὐσεβῶς τὰ πάντα ἀνάγομεν.

XXVII. « Καὶ πάλιν συνδιακριβοῦντες τοῦ Χριστιανισμοῦ τὴν ἔννοιαν λέγομεν, ὅτι, Εἴ τις Χριστὸν Θεὸν Υἱὸν τοῦ Θεοῦ προαιώνιον ὄντα, καὶ ὑπουργηκότα τῷ Πατρὶ εἰς τὴν τῶν ὅλων δημιουργίαν μὴ λέγοι· ἀλλ ἐξ οὗ ἐκ Μαρίας ἐγεννήθη, ἐκ τότε καὶ Χριστὸν καὶ Υἱὸν κεκλῆσθαι, καὶ ἀρχὴν εἰληφέναι τοῦ Θεὸν εἶναι, ἀνάθεμα ἔστω.