ATHANASIUS - THE CREED OF THE LONG LINES (Ekthesis Macrostichos) - 345

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Printable Version of Text
plus translation and notes

("Creeds and Councils" Section)

De Synodis, 26

Greek text from Migne PG, Vol. 26, Col. 728 ff.

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

Ἐπὶ τούτοις ὥσπερ μεταγνόντες, συλλέγουσι πάλιν τὸ συνέδριον ἑαυτῶν μετὰ ἔτη τρία, καὶ ἀποστέλλουσιν Εὐδόξιον, Μαρτύριον καὶ Μακεδόνιον τὸν ἀπὸ Κιλικίας, καὶ σὺν αὐτοῖς ἑτέρους τινὰς εἰς τὰ μέρη τῆς Ἰταλίας, ἀποφέροντας πίστιν διὰ πολλῶν γραφεῖσαν, προσθήκας τε ἔχουσαν πλείστας παρὰ τὰς προτέρας· ὡς γὰρ καινότερά τινα ἐπινοήσαντες ἀπεδήμησαν ἔχοντες ταῦτα·

I. « Πιστεύομεν εἰς ἕνα θεόν, Πατέρα παντοκράτορα, κτίστην καὶ ποιητὴν τῶν πάντων, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται· καὶ εἰς τὸν μονογενῆ αὐτοῦ Υἱὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ Πατρὸς γεννηθέντα, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτός, δι οὗ ἐγένετο τὰ πάντα ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα· Λόγον ὄντα καὶ σοφίαν, καὶ δύναμιν, καὶ ζωὴν, καὶ φῶς ἀληθινόν· τὸν ἐπ ἐσχάτων τῶν ἡμερῶν δι ἡμᾶς ἐνανθρωπήσαντα, καὶ γεννηθέντα ἐκ τῆς ἁγίας Παρθένου, σταυρωθέντα, καὶ ἀποθανόντα, καὶ ταφέντα, καὶ ἀναστάντα ἐκ τῶν νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀναληφθέντα εἰς οὐρανὸν, καὶ καθεσθέντα ἐκ δεξιῶν τοῦ Πατρὸς· καὶ ἐρχόμενον ἐπὶ συντελείᾳ τοῦ αἰῶνος κρῖναι ζῶντας καὶ νεκροὺς, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· οὗ βασιλεία ἀκατάπαυστος οὖσα διαμένει εἰς τοὺς ἀπείρους αἰῶνας. Καθέζεται γὰρ ἐν δεξιᾷ τοῦ Πατρὸς, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. Πιστεύομεν καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τουτέστι, τὸν Παράκλητον, ὅπερ ἐπαγγειλάμενος τοῖς ἀποστόλοις μετὰ τὴν εἰς οὐρανὸν ἄνοδον, ἀπέστειλε διδάξαι αὐτοὺς καὶ ὑπομνῆσαι πάντα, δι οὗ καὶ ἁγιασθήσονται αἱ τῶν εἰλικρινῶς εἰς αὐτὸν πεπιστευκότων ψυχαί.

II. « Τοὺς δὲ λέγοντας ἐξ οὐκ ὄντων τὸν Υἱὸν, ἐξ ἑτέρας ὑποστάσεως, καὶ μὴ ἐκ τοῦ Θεοῦ, καὶ ὅτι ἦν χρόνος ποτὲ, αἰών, ὅτε μὴ ἦν, ἀλλοτρίους οἶδεν καθολικὴ καὶ ἁγία Ἐκκλησία. Ὁμοίως καὶ τοὺς λέγοντας τρεῖς εἶναι Θεοὺς, τὸν Χριστὸν μὴ εἶναι Θεὸν, πρὸ τῶν αἰώνων μήτε Χριστὸν μήτε Υἱὸν αὐτὸν εἶναι Θεοῦ, τὸν αὐτὸν εἶναι Πατέρα καὶ Υἱὸν, ἅγιον Πνεῦμα· ἀγέννητον Υἱὸν, ὅτι οὐ βουλήσει οὐδὲ θελήσει ἐγέννησε Πατὴρ τὸν Υἱὸν, ἀναθεματίζει ἁγία καὶ καθολικὴ Ἐκκλησία.

III. « Οὔτε γὰρ ἐξ οὐκ ὄντων τὸν Υἱὸν λέγειν ἀσφαλές, ἐπεὶ μηδαμοῦ τοῦτο τῶν θεοπνεύστων Γραφῶν φέρεται περὶ αὐτοῦ, οὔτε μὴν ἐξ ἑτέρας τινὸς ὑποστάσεως παρὰ τὸν Πατέρα προυποκειμένης· ἀλλ ἐκ μόνου τοῦ Θεοῦ γνησίως αὐτὸν γεγεννῆσθαι διοριζόμεθα· Ἓν γὰρ τὸ ἀγέννητον καὶ ἄναρχον τὸν Χριστοῦ Πατέρα θεῖος διδάσκει λόγος. Ἀλλ οὐδὲ τὸ, ἦν ποτε, ὅτε οὐκ ἦν, ἐξ ἀγράφων ἐπισφαλῶς λέγοντας, χρονικόν τι διάστημα προενθυμητέον αὐτοῦ, ἀλλ μόνον τὸν ἀχρόνως αὐτὸν γεγεννηκότα θεόν· καὶ χρόνοι γὰρ καὶ αἰῶνες γεγόνασι δι αὐτοῦ. Οὔτε μὴν συνάναρχον καὶ συναγέννητον τῷ Πατρὶ τὸν Υἱὸν εἶναι νομιστέον· συνανάρχου γὰρ καὶ συναγεννήτου οὐδεὶς κυρίως πατὴρ υἱὸς λεχθήσεται. Ἀλλὰ τὸν μὲν Πατέρα μόνον ἄναρχον ὄντα καὶ ἀγέννητον γεγεννηκέναι ἀνεφίκτως, καὶ πᾶσιν ἀκαταλήπτως οἴδαμεν· τὸν δὲ Υἱὸν γεγεννῆσθαι πρὸ αἰώνων, καὶ μηκέτι ὁμοίως τῷ Πατρὶ ἀγέννητον εἶναι καὶ αὐτόν, ἀλλ ἀρχὴν ἔχειν τὸν γεννήσαντα Πατέρα· κεφαλὴ γὰρ Χριστοῦ θεός.

IV. « Οὔτε μὴν τρία ὁμολογοῦντες πράγματα καὶ τρία πρόσωπα, τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος κατὰ τὰς γραφὰς, τρεῖς διὰ τοῦτο τοὺς θεοὺς ποιοῦμεν· ἐπειδὴ τὸν αὐτοτελῆ καὶ ἀγέννητον ἄναρχόν τε καὶ ἀόρατον Θεὸν ἕνα μόνον οἴδαμεν τὸν Θεὸν καὶ Πατέρα τοῦ Μονογενοῦς, τὸν μόνον μὲν ἐξ ἑαυτοῦ τὸ εἶναι ἔχοντα, μόνον δὲ τοῖς ἄλλοις πᾶσιν ἀφθόνως τοῦτο χαριζόμενον. Οὔτε μὴν, ἕνα Θεὸν μόνον λέγοντες εἶναι τὸν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ Πατέρα, τὸν μόνον ἀγέννητον, διὰ τοῦτο ἀρνούμεθα καὶ τὸν Χριστὸν Θεὸν εἶναι πρὸ αἰώνων· ὁποῖοί εἰσιν οἱ ἀπὸ Παύλου τοῦ Σαμοσατέως, ὕστερον αὐτὸν μετὰ τὴν ἐνανθρώπησιν ἐκ προκοπῆς τεθεοποιῆσθαι λέγοντες, τῷ τὴν φύσιν ψιλὸν ἄνθρωπον γεγονέναι. Οἴδαμεν γὰρ καὶ αὐτόν, εἰ καὶ ὑποτέτακται τῷ Πατρὶ καὶ τῷ Θεῷ, ἀλλ ὅμως πρὸ αἰώνων γεννηθέντα ἐκ τοῦ Θεοῦ, Θεὸν κατὰ φύσιν τέλειον εἶναι καὶ ἀληθῆ, καὶ μὴ ἐξ ἀνθρώπων μετὰ ταῦτα Θεόν, ἀλλ ἐκ Θεοῦ ἐνανθρωπῆσαι δι ἡμᾶς, καὶ μηδέποτε ἀπολωλεκότα τὸ εἶναι.

V. « Βδελυσσόμεθα δὲ πρὸς τούτοις καὶ ἀναθεματίζομεν καὶ τοὺς Λόγον μὲν μόνον αὐτὸν ψιλὸν τοῦ Θεοῦ καὶ ἀνύπαρκτον ἐπιπλάστως καλοῦντας, ἐν ἑτέρῳ τὸ εἶναι ἔχοντα, νῦν μὲν ὡς τὸν προφορικὸν λεγόμενον ὑπό τινων, νῦν δὲ ὡς τὸν ἐνδιάθετον· Χριστὸν δὲ αὐτὸν καὶ Υἱὸν τοῦ Θεοῦ, καὶ μεσίτην, καὶ εἰκόνα τοῦ Θεοῦ μὴ εἶναι πρὸ αἰώνων θέλοντας· ἀλλ ἐκ τότε Χριστὸν αὐτὸν γεγονέναι καὶ Υἱὸν τοῦ Θεοῦ, ἐξ οὗ τὴν ἡμετέραν ἐκ τῆς Παρθένου σάρκα ἀνείληφε, πρὸ τετρακοσίων οὐχ ὅλων ἐτῶν. Ἐκ τότε γὰρ τὸν Χριστὸν ἀρχὴν βασιλείας ἐσχηκέναι ἐθέλουσι· καὶ τέλος ἕξειν αὐτὴν μετὰ τὴν συντέλειαν καὶ τὴν κρίσιν.

VI. « Τοιοῦτοι δέ εἰσιν οἱ ἀπὸ Μαρκέλλου καὶ Σκοτεινοῦ τῶν Ἀγκυρογαλατῶν, οἳ τὴν προαιώνιον ὕπαρξιν τοῦ Χριστοῦ, καὶ τὴν θεότητα, καὶ τὴν θεότητα, καὶ τὴν ἀτελεύτητον αὐτοῦ βασιλείαν ὁμοίως Ἰουδαίοις ἀθετοῦσιν, ἐπὶ προφάσει τοῦ συνίστασθαι δοκεῖν τῇ μοναρχίᾳ. Ἴσμεν γὰρ αὐτὸν ἡμεῖς, οὐχ ἁπλῶς Λόγον προφορικὸν, ἐνδιάθετον τοῦ Θεοῦ, ἀλλὰ ζῶντα Θεὸν Λόγον καθ ἑαυτὸν ὑπάρχοντα, καὶ Υἱὸν Θεοῦ καὶ Χριστὸν, καὶ οὐ προγνωστικῶς συνόντα καὶ συνδιατρίβοντα πρὸ αἰώνων τῷ ἑαυτοῦ Πατρὶ, καὶ πρὸς πᾶσαν διακονησάμενον αὐτῷ τὴν δημιουργίαν, εἴτε τῶν ὁρατῶν εἴτε τῶν ἀοράτων. Οὗτος γάρ ἐστι, πρὸς ὃν εἶπεν Πατὴρ, ὅτι « Ποιήσωμεν ἄνθρωπον κατ εἰκόνα ἡμετέραν καὶ καθ ὁμοίωσιν· » καὶ τοῖς πατριάρχαις αὐτοπροσώπως ὀφθείς, δεδωκὼς τὸν νόμον, καὶ λαλήσας διὰ τῶν προφητῶν, καὶ τὰ τελευταῖα ἐνανθρωπήσας, καὶ τὸν ἑαυτοῦ Πατέρα πᾶσιν ἀνθρώποις φανερώσας, καὶ βασιλεύων εἰς τοὺς ἀτελευτήτους αἰῶνας. Οὐδὲν γὰρ πρόσφατον Χριστὸς προσείληφεν ἀξίωμα, ἀλλ ἄνωθεν τέλειον αὐτὸν, καὶ τῷ Πατρὶ κατὰ πάντα ὅμοιον εἶναι πεπιστεύκαμεν.

VII. « Καὶ τοὺς λέγοντας δὲ τὸν αὐτὸν εἶναι Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, καθ ἑνὸς καὶ τοῦ αὐτοῦ πράγματός τε καὶ προσώπου τὰ τρία ὀνόματα ἀσεβῶς ἐκλαμβάνοντας, εἰκότως ἀποκηρύσσομεν τῆς ἐκκλησίας· ὅτι τὸν ἀχώρητον καὶ ἀπαθῆ Πατέρα χωρητὸν ἅμα καὶ παθητὸν διὰ τῆς ἐνανθρωπήσεως ὑποτίθενται· τοιοῦτοι γάρ εἰσιν οἱ Πατροπασσιανοὶ μὲν παρὰ Ῥωμαίοις, Σαβελλιανοὶ δὲ καλούμενοι παρ ἡμῖν. Οἴδαμεν γὰρ ἡμεῖς τὸν μὲν ἀποστείλαντα Πατέρα ἐν τῷ οἰκείῳ τῆς ἀναλλοιώτου θεότητος ἤθει μεμενηκέναι, τὸν δὲ ἀποσταλέντα Χριστὸν τὴν τῆς ἐνανθρωπήσεως οἰκονομίαν πεπληρωκέναι.

VIII. « Ὅμως δὲ καὶ τοὺς οὐ βουλήσει οὐδὲ θελήσει γεγεννῆσθαι τὸν Υἱὸν εἰρηκότας ἀνευλαβῶς, ἀνάγκην δὲ δηλονότι ἀβούλητον καὶ ἀπροαίρετον περιτεθεικότας τῷ Θεῷ, ἵνα ἄκων γεννήσῃ τὸν Υἱόν, δυσσεβεστάτους καὶ τῆς Ἐκκλησίας ξένους ἐπιγινώσκομεν· ὅτι τε παρὰ τὰς κοινὰς περὶ Θεοῦ ἐννοίας, καὶ δὴ καὶ παρὰ τὸ βούλημα τῆς θεοπνεύστου Γραφῆς, τοιαῦτα τετολμήκασι περὶ αὐτοῦ διορίσασθαι. Αὐτοκράτορα γὰρ ἡμεῖς τὸν Θεὸν καὶ Κύριον αὐτὸν ἑαυτοῦ εἰδότες, ἑκουσίως αὐτὸν καὶ ἐθελοντὴν τὸν Υἱὸν γεγεννηκέναι εὐσεβῶς ὑπειλήφαμεν. Πιστεύοντες δὲ ἐμφόβως καὶ τῷ περὶ ἑαυτοῦ λέγοντι· « Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, » οὐχ ὁμοίως αὐτὸν τοῖς δι αὐτοῦ γενομένοις κτίσμασιν ποιήμασι γεγενῆσθαι νοοῦμεν. Ἀσεβὲς γὰρ καὶ τῆς ἐκκλησιαστικῆς πίστεως ἀλλότριον τὸ τὸν κτίστην τοῖς δι αὐτοῦ κεκτισμένοις δημιουργήμασι παραβάλλειν, καὶ τὸν αὐτὸν τῆς γενέσεως τοῖς ἄλλοις τρόπον ἔχειν καὶ αὐτὸν νομίζειν. Μόνον γὰρ καὶ μόνως τὸν μονογενῆ Υἱὸν γεγεννῆσθαι γνησίως τε καὶ ἀληθῶς διδάσκουσιν ἡμᾶς αἱ θεῖαι Γραφαί.

IX. « Ἀλλ οὐδὲ τὸν Υἱὸν καθ ἑαυτὸν εἶναι, ζῇν τε καὶ ὑπάρχειν ὁμοίως τῷ Πατρὶ λέγοντες, διὰ τοῦτο χωρίζομεν αὐτὸν τοῦ Πατρὸς, τόπους καὶ διαστήματά τινα μεταξὺ τῆς συναφείας αὐτῶν σωματικῶς ἐπινοοῦντες. Πεπιστεύκαμεν γὰρ ἀμεσιτεύτως αὐτοὺς καὶ ἀδιαστάτως ἀλλήλοις ἐπισυνῆφθαι, καὶ ἀχωρίστους ὑπάρχειν ἑαυτῶν· ὅλου μὲν τοῦ Πατρὸς ἐνστερνισμένου τὸν Υἱόν, ὅλου δὲ τοῦ Υἱοῦ ἐξηρτημένου καὶ προσπεφυκότος τῷ Πατρὶ, καὶ μόνου τοῖς πατρῴοις κόλποις ἐπαναπαυομένου διηνεκῶς. Πιστεύοντες οὖν εἰς τὴν παντέλειον Τριάδα τὴν ἁγιωτάτην, τουτέστιν εἰς τὸν Πατέρα, καὶ εἰς τὸν Υἱὸν, καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ Θεὸν μὲν τὸν Πατέρα λέγοντες, Θεὸν δὲ καὶ τὸν Υἱόν, οὐ δύο τούτους Θεούς, ἀλλ ἓν ὁμολογοῦμεν τῆς θεότητος ἀξίωμα, καὶ μίαν ἀκριβῆ τῆς βασιλείας τὴν συμφωνίαν· πανταρχοῦντος μὲν καθόλου πάντων, καὶ αὐτοῦ τοῦ Υἱοῦ, μόνου τοῦ Πατρός· τοῦ δὲ Υἱοῦ ὑποτεταγμένου τῷ Πατρί· ἐκτὸς δὲ αὐτοῦ πάντων μετ αὐτὸν βασιλεύοντος τῶν δι αὐτοῦ γενομένων, καὶ τὴν τοῦ ἁγίου Πνεύματος χάριν ἀφθόνως τοῖς ἁγίοις δωρουμένου πατρικῷ βουλήματι. Οὕτω γὰρ τὸν περὶ τῆς εἰς Χριστὸν μοναρχίας συνίστασθαι λόγον παρέδοσαν ἡμῖν οἱ ἱεροὶ λόγοι.

X. « Ταῦτα ἠναγκάσθημεν μετὰ τὴν ἐν ἐπιτομῇ προεκτεθεῖσαν πίστιν πλατύτερον ἐπεξεργάσασθαι οὐ κατὰ περιττὴν φιλοτιμίαν, ἀλλ ἵνα πᾶσαν τὴν τῆς ἡμετέρας ὑπολήψεως ἀλλοτρίαν ἀνακαθάρωμεν ὑποψίαν παρὰ τοῖς τὰ καθ ἡμᾶς ἀγνοοῦσι, καὶ γνῶσιν οἱ κατὰ τὴν δύσιν πάντες, ὁμοῦ μὲν τῆς συκοφαντίας τῶν ἑτεροδόξων τὴν ἀναίδειαν, ὁμοῦ δὲ τῶν ἀνατολικῶν τὸ ἐκκλησιαστικὸν ἐν Κυρίῳ φρόνημα, μαρτυρούμενον ἀβιάστως ὑπὸ τῶν θεοπνεύστων Γραφῶν, παρὰ τοῖς ἀδιαστρόφοις. »