ATHANASIUS - THE FOURTH CREED OF SIRMIUM (The 'Dated') - 359

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Printable Version of Text
plus translation and notes

("Creeds and Councils" Section)

De Synodis, 8

Greek text from Migne PG, Vol. 26, Col. 592 ff.

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

The version of this creed as found in Socrates is on the subscription version of the website.

 

(Click on Greek words to link to the Perseus Morphology. Click here for a version of this page which is linked to the Perseus website morphology and lexicon.)

 

Ἐξετέθη πίστις καθολικὴ ἐπὶ παρουσίᾳ τοῦ δεσπότου ἡμῶν· τοῦ εὐσεβεστάτου καὶ καλλινίκου βασιλέως Κωνσταντίου Αὐγούστου, τοῦ αἰωνίου, σεβαστοῦ, ὑπατείᾳ Φλαυΐων Εὐσεβίου καὶ Ὑπατίου τῶν λαμπροτάτων· ἐν Σιρμίῳ τῇ πρὸ ιαʹ καλανδῶν Ἰουνίων.

Πιστεύομεν εἰς ἕνα τὸν μόνον καὶ ἀληθινὸν Θεὸν Πατέρα παντοκράτορα, κτίστην καὶ δημιουργὸν τῶν πάντων· καὶ εἰς ἕνα μονογενῆ Υἱὸν τοῦ Θεοῦ, τὸν πρὸ πάντων τῶν αἰώνων, καὶ πρὸ πάσης ἀρχῆς, καὶ πρὸ παντὸς ἐπινοουμένου χρόνου, καὶ πρὸ πάσης καταληπτῆς οὐσίας γεγεννημένον ἀπαθῶς ἐκ τοῦ Θεοῦ· δι' οὗ οἵ τε αἰῶνες κατηρτίσθησαν, καὶ τὰ πάντα ἐγένετο· γεγεννημένον δὲ μονογενῆ, μόνον ἐκ μόνου τοῦ Πατρός, Θεὸν ἐκ Θεοῦ, ὅμοιον τῷ γεννήσαντι αὐτὸν Πατρὶ, κατὰ τὰς Γραφάς· οὗ τὴν γένεσιν οὐδεὶς ἐπίσταται, εἰ μὴ μόνος γεννήσας αὐτὸν Πατήρ. Τοῦτον ἴσμεν τοῦ Θεοῦ μονογενῆ Υἱόν, νεύματι πατρικῷ παραγενόμενον ἐκ τῶν οὐρανῶν εἰς ἀθέτησιν ἁμαρτίας, καὶ γεννηθέντα ἐκ Μαρίας τῆς Παρθένου, καὶ ἀναστραφέντα μετὰ τῶν μαθητῶν, καὶ πᾶσαν τὴν οἰκονομίαν πληρώσαντα κατὰ τὴν πατρικὴν βούλησιν, σταυρωθέντα καὶ ἀποθανόντα, καὶ εἰς τὰ καταχθόνια κατελθόντα, καὶ τὰ ἐκεῖσε οἰκονομήσαντα, ὃν πυλωροὶ ᾅδου ἰδόντες ἔφριξαν, καὶ ἀναστάντα ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀναστραφέντα μετὰ τῶν μαθητῶν, καὶ πᾶσαν τὴν οἰκονομίαν πληρώσαντα, καὶ τεσσαράκοντα ἡμερῶν πληρουμένων ἀναληφθέντα εἰς τοὺς οὐρανοὺς, καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρὸς, καὶ ἐλευσόμενον ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς ἀναστάσεως τῇ δόξῃ τῇ πατρικῇ, ἀποδιδόντα ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· καὶ εἰς τὸ ἅγιον Πνεῦμα, αὐτὸς μονογενὴς τοῦ Θεοῦ Ἰησοῦς χριστὸς ἐπηγγείλατο πέμψαι τῷ γένει τῶν ἀνθρώπων, τὸν Παράκλητον, κατὰ τὸ γεγραμμένον· « Ἀπέρχομαι πρὸς τὸν Πατέρα μου, καὶ παρακαλέσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον πέμψει ὑμῖν. Τὸ πνεῦμα τῆς ἀληθείας ἐκεῖνος ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ διδάξει, καὶ ὑπομνήσει ὑμᾶς πάντα. » Τὸ δὲ ὄνομα τῆς οὐσίας διὰ τὸ ἁπλούστερον ὑπὸ τῶν Πατέρων τεθεῖσθαι, ἀγνοούμενον δὲ ὑπὸ τῶν λαῶν σκάνδαλον φέρειν, διὰ τὸ μήτε τὰς Γραφὰς τοῦτο περιέχειν, ἤρεσε τοῦτο περιαιρεθῆναι, καὶ παντελῶς μηδεμίαν μνήμην οὐσίας ἐπὶ Θεοῦ εἶναι τοῦ λοιποῦ· διὰ τὸ τὰς θείας Γραφὰς μηδαμοῦ περὶ Πατρὸς καὶ Υἱοῦ οὐσίας μεμνῆσθαι. Ὅμοιον δὲ λέγομεν τὸν Υἱὸν τῷ Πατρὶ κατὰ πάντα· ὡς καὶ αἱ ἅγιαι Γραφαὶ λέγουσί τε καὶ διδάσκουσιν.