ATHANASIUS - CREEDS OF THE COUNCIL OF ANTIOCH, 341

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Printable Version of Text
plus translation and notes

("Creeds and Councils" Section)

De Synodis, 22-25

Greek text from Migne PG, Vol. 26, Col. 720

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

The version of this page on the subscription version of the site also gives access to the references to these creeds found in the writings of Socrates and Hilary.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

22. Αὕτη τῶν συνόδων αὐτῶν ἀρχὴ γέγονεν, ἐν καὶ τὴν προαίρεσιν ἑαυτῶν ταχέως ἐξήγγειλαν, καὶ οὐκ ἠδυνήθησαν κρύψαι. Εἰρηκότες γὰρ ἐξηλᾶσθαι πάντα φθόνον, καὶ μετὰ τὸ ἐξορισθῆναι τὸν ἐπίσκοπον τῆς Ἀλεξανδρείας Ἀθανάσιον, γράφοντες δεῖν δεχθῆναι Ἄρειον καὶ τοὺς σὺν αὐτῷ ἔδειξαν ὅτι διὰ τοῦτο αὐτῷ τε τῷ Ἀθανασίῳ ἐπεβούλευον, καὶ τοῖς ἄλλοις πᾶσιν ἐπισκόποις τοῖς ἀντιλέγουσιν αὐτοῖς ἐπεβούλευσαν, ὑπὲρ τοῦ τοὺς περὶ Ἄρειον δέξασθαι καὶ τὴν αἵρεσιν εἰς τὴν Ἐκκλησίαν εἰσαγαγεῖν· καὶ εἰ καὶ πᾶσαν τὴν Ἀρείου κακοφροσύνην ἐπῄνεσαν ἐν ταύτῃ, καὶ εἰς κοινωνίαν προσέταξαν αὐτοὺς δεχθῆναι, αὐτοὶ πρότερον τοῦτο ποιήσαντες· ὅμως ἡγούμενοι λείπειν αὐτοῖς ἔτι, πρὸς βούλονται, συγκροτοῦσιν ἐν Ἀντιοχείᾳ σύνοδον προφάσει τῶν λεγομένων Ἐγκαινίων· καὶ ἐπειδὴ ἀεὶ ὑπὸ πάντων κατηγοροῦντο περὶ τῆς αἱρέσεως, γράφουσι διαφόρως, τὰ μὲν οὕτως, τὰ δὲ ἐκείνως. Καὶ τὰ μὲν ἐν μιᾷ ἐπιστολῇ γραφέντα παρ αὐτῶν ἐστι ταῦτα·

« Ἡμεῖς οὔτε ἀκόλουθοι Ἀρείου γεγόναμεν· πῶς γὰρ ἐπίσκοποι ὄντες ἀκολουθοῦμεν πρεσβυτέρῳ; οὔτε ἄλλην τινὰ πίστιν παρὰ τὴν ἐξ ἀρχῆς παραδοθεῖσαν ἐδεξάμεθα. Ἀλλὰ καὶ αὐτοὶ ἐξετασταὶ καὶ δοκιμασταὶ τῆς πίστεως αὐτοῦ γενόμενοι μᾶλλον αὐτὸν προσηκάμεθα, ἤπερ ἠκολουθήσαμεν· γνώσεσθε δὲ ἀπὸ τῶν λεγομένων. Μεμαθήκαμεν γὰρ ἐξ ἀρχῆς, εἰς ἕνα Θεὸν τὸν τῶν ὅλων Θεὸν πιστεύειν, τὸν πάντων νοητῶν τε καὶ αἰσθητῶν δημιουργόν τε καὶ προνοητήν· καὶ εἰς ἕνα Υἱὸν τοῦ Θεοῦ μονογενῆ, πρὸ πάντων αἰώνων ὑπάρχοντα, καὶ συνόντα τῷ γεγεννηκότι αὐτὸν Πατρί, δι οὗ τὰ πάντα ἐγένετο, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, τὸν καὶ ἐπ ἐσχάτων ἡμερῶν κατ εὐδοκίαν τοῦ Πατρὸς κατελθόντα, καὶ σάρκα ἐκ τῆς Παρθένου ἀνειληφότα, καὶ πᾶσαν τὴν πατρικὴν αὐτοῦ βούλησιν συνεκπεπληρωκότα, πεπονθέναι, καὶ ἐγηγέρθαι, καὶ εἰς οὐρανοὺς ἀνεληλυθέναι, καὶ ἐν δεξιᾷ τοῦ Πατρὸς καθέζεσθαι, καὶ πάλιν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς, καὶ διαμένοντα βασιλέα καὶ Θεὸν εἰς τοὺς αἰῶνας. Πιστεύομεν δὲ καὶ εἰς τὸ ἅγιον Πνεῦμα· εἰ δὲ δεῖ προσθεῖναι, πιστεύομεν καὶ περὶ σαρκὸς ἀναστάσεως καὶ ζωῆς αἰωνίου. »

23. δὲ καὶ ἐν ἑτέρᾳ ἐπιστολῇ δεύτερον ἐν τοῖς αὐτοῖς Ἐγκαινίοις ἐκτίθενται, μεταγνόντες μὲν ἐπὶ τοῖς προτέροις, ἐπινοήσαντες δὲ καινότερά τινα καὶ πλείονα, ἔστι ταῦτα·

« Πιστεύομεν ἀκολούθως τῇ εὐαγγελικῇ καὶ ἀποστολικῇ παραδόσει εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, τὸν τῶν ὅλων δημιουργόν τε καὶ ποιητὴν καὶ προνοητήν, ἐξ οὗ τὰ πάντα· καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν αὐτοῦ, τὸν μονογενῆ Θεόν, δι οὗ τὰ πάντα, τὸν γεννηθέντα πρὸ τῶν αἰώνων ἐκ τοῦ πατρός, Θεὸν ἐκ Θεοῦ, ὅλον ἐξ ὅλου, μόνον ἐκ μόνου, τέλειον ἐκ τελείου, βασιλέα ἐκ βασιλέως, Κύριον ἀπὸ Κυρίου, Λόγον ζῶντα, σοφίαν ζῶσαν, φῶς ἀληθινόν, ὁδόν, ἀλήθειαν, ἀνάστασιν, ποιμένα, θύραν, ἄτρεπτόν τε καὶ ἀναλλοίωτον· τῆς θεότητος, οὐσίας τε καὶ βουλῆς καὶ δυνάμεως, καὶ δόξης τοῦ Πατρὸς ἀπαράλλακτον εἰκόνα, τὸν πρωτότοκον πάσης κτίσεως, τὸν ὄντα ἐν ἀρχῇ πρὸς τὸν Θεόν, Λόγον Θεὸν κατὰ τὸ εἰρημένον ἐν τῷ Εὐαγγελίῳ· « Καὶ θεὸς ἦν Λόγος· » δι οὗ τὰ πάντα ἐγένετο, καὶ ἐν τὰ πάντα συνέστηκε· τὸν ἐπ ἐσχάτων τῶν ἡμερῶν κατελθόντα ἄνωθεν, καὶ γεννηθέντα ἐκ Παρθένου κατὰ τὰς Γραφὰς καὶ ἄνθρωπον γενόμενον· μεσίτην Θεοῦ καὶ ἀνθρώπων, ἀπόστολόν τε τῆς πίστεως ἡμῶν, καὶ ἀρχηγὸν τῆς ζωῆς, ὥς φησιν, ὅτι « Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με· » τὸν παθόντα ὑπὲρ ἡμῶν, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ· καὶ ἀνελθόντα εἰς οὐρανούς, καὶ καθεσθέντα ἐν δεξιᾷ τοῦ Πατρὸς· καὶ πάλιν ἐρχόμενον μετὰ δόξης καὶ δυνάμεως, κρῖναι ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ εἰς παράκλησιν, καὶ ἁγιασμὸν, καὶ τελείωσιν τοῖς πιστεύουσι διδόμενον, καθὼς καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς διετάξατο τοῖς μαθηταῖς λέγων· « Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· » δηλονότι Πατρός, ἀληθῶς Πατρὸς ὄντος, Υἱοῦ δὲ ἀληθῶς Υἱοῦ ὄντος, τοῦ δὲ ἁγίου Πνεύματος ἀληθῶς ἁγίου Πνεύματος ὄντος, τῶν ὀνομάτων οὐχ ἁπλῶς οὐδὲ ἀργῶς κειμένων, ἀλλὰ σημαινόντων ἀκριβῶς τὴν οἰκείαν ἑκάστου τῶν ὀνομαζομένων ὑπόστασίν τε καὶ τάξιν καὶ δόξαν· ὡς εἶναι τῇ μὲν ὑποστάσει τρία, τῇ δὲ συμφωνίᾳ ἕν. Ταύτην οὖν ἔχοντες τὴν πίστιν, καὶ ἐξ ἀρχῆς καὶ μέχρι τέλους ἔχοντες ἐνώπιον τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ, πᾶσαν αἱρετικὴν κακοδοξίαν ἀναθεματίζομεν. Καὶ εἴ τις παρὰ τὴν ὑγιῆ τῶν Γραφῶν ὀρθὴν πίστιν διδάσκει, λέγων χρόνον, καιρὸν, αἰῶνα, εἶναι, γεγονέναι πρὸ τοῦ γεννηθῆναι τὸν Υἱόν, ἀνάθεμα ἔστω. Καὶ εἴ τις λέγει τὸν Υἱὸν κτίσμα, ὡς ἓν τῶν κτισμάτων, γέννημα ὡς ἓν τῶν γεννημάτων, ποίημα, ὡς ἓν τῶν ποιημάτων, καὶ μὴ ὡς αἱ θεῖαι Γραφαὶ παραδέδωκαν, τῶν προειρημένων ἕκαστον ἀφ ἑκάστου· εἴ τι ἄλλο διδάσκει, εὐαγγελίζεται, παρ παρελάβομεν, ἀνάθεμα ἔστω. Ἡμεῖς γὰρ πᾶσι τοῖς ἐκ τῶν θείων Γραφῶν παραδεδομένοις ὑπό τε προφητῶν καὶ ἀποστόλων ἀληθινῶς τε καὶ ἐμφόβως καὶ πιστεύομεν καὶ ἀκολουθοῦμεν. »

24. Καὶ Θεοφρόνιος δέ τις ἐπίσκοπος Τυάνων συνθεὶς καὶ αὐτὸς ἐξέθετο τὴν πίστιν ταύτην ἔμπροσθεν τῶν πάντων, καὶ πάντες ὑπέγραψαν, ἀποδεξάμενοι τὴν τοῦ ἀνθρώπου πίστιν·

« Οἶδεν Θεός, ὃν μάρτυρα καλῶ ἐπὶ τὴν ἐμὴν ψυχήν, ὅτι οὕτως πιστεύω· εἰς Θεὸν Πατέρα παντοκράτορα, τὸν τῶν ὅλων κτίστην καὶ ποιητήν, ἐξ οὗ τὰ πάντα· καὶ εἰς τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ, Θεόν, Λόγον, δύναμιν καὶ σοφίαν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, δι οὗ τὰ πάντα, τὸν γεννηθέντα ἐκ τοῦ Πατρὸς πρὸ τῶν αἰώνων, Θεὸν τέλειον ἐκ Θεοῦ τελείου, καὶ ὄντα πρὸς τὸν Θεὸν ἐν ὑποστάσει· ἐπ ἐσχάτων δὲ τῶν ἡμερῶν κατελθόντα, καὶ γεννηθέντα ἐκ τῆς Παρθένου κατὰ τὰς Γραφάς, ἐνανθρωπήσαντα, παθόντα, καὶ ἀναστάντα ἀπὸ τῶν νεκρῶν, καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς, καὶ καθεσθέντα ἐκ δεξιῶν τοῦ Πατρὸς αὐτοῦ· καὶ πάλιν ἐρχόμενον μετὰ δόξης καὶ δυνάμεως κρῖναι ζῶντας καὶ νεκροὺς, καὶ μένοντα εἰς τοὺς αἰῶνας· καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸν Παράκλητον, τὸ πνεῦμα τῆς ἀληθείας, καὶ διὰ τοῦ προφήτου ἐπηγγείλατο Θεὸς ἐκχέειν ἐπὶ τοὺς ἑαυτοῦ δούλους, καὶ Κύριος ἐπηγγείλατο πέμψαι τοῖς ἑαυτοῦ μαθηταῖς, καὶ ἔπεμψεν, ὡς αἱ Πράξεις τῶν Ἀποστόλων μαρτυροῦσιν. Εἰ δέ τις παρὰ ταύτην τὴν πίστιν διδάσκει, ἔχει ἐν ἑαυτῷ, ἀνάθεμα ἔστω· καὶ Μαρκέλλου τοῦ Ἀγκύρας, Σαβελλίου, Παύλου τοῦ Σαμοσατέως, ἀνάθεμα ἔστω καὶ αὐτὸς, καὶ πάντες οἱ κοινωνοῦντες αὐτῷ. »

25. Ἦσαν δὲ οἱ συνελθόντες ἐν τοῖς Ἐγκαινίοις ἐπίσκοποι ἐνενήκοντα, ὑπατείᾳ Μαρκελλίνου καὶ Προβίνου, ἰνδικτιῶνος ιδʹ, ἐκεῖ ὄντος Κωνσταντίου τοῦ ἀσεβεστάτου. Ταῦτα πράξαντες ἐν Ἀντιοχείᾳ τοῖς Ἐγκαινίοις, νομίσαντες δὲ μὴ τελείως γεγραφέναι, ῥεμβομένην δὲ τὴν διάνοιαν ἔχοντες, αὖθις πάλιν συντιθέασιν ἄλλο γράμμα δῆθεν περὶ πίστεως μετὰ μῆνας ὀλίγους, καὶ ἀποστέλλουσιν εἰς τὰς Γαλλίας Νάρκισσον, Μάριν, Θεόδωρον καὶ Μάρκον. Κἀκεῖνοι ὡς ἀπὸ συνόδου πεμφθέντες ἐπιδεδώκασι τῷ τῆς μακαρίας μνήμης Κώνσταντι τῷ Αὐγούστῳ, καὶ τοῖς ἐκεῖ πᾶσι, ταῦτα·

« Πιστεύομεν εἰς ἕνα Θεόν, Πατέρα παντοκράτορα, κτίστην καὶ ποιητὴν τῶν πάντων, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται· καὶ εἰς τὸν μονογενῆ αὐτοῦ Υἱὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ Πατρὸς γεννηθέντα· Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτός· δι οὗ ἐγένετο τὰ πάντα ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα· Λόγον ὄντα, καὶ σοφίαν, καὶ δύναμιν, καὶ ζωὴν, καὶ φῶς ἀληθινόν· τὸν ἐπ ἐσχάτων τῶν ἡμερῶν δι ἡμᾶς ἐνανθρωπήσαντα, καὶ γεννηθέντα ἐκ τῆς ἁγίας Παρθένου, τὸν σταυρωθέντα, καὶ ἀποθανόντα, καὶ ταφέντα· καὶ ἀναστάντα ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀναληφθέντα εἰς οὐρανὸν, καὶ καθεσθέντα ἐν δεξιᾷ τοῦ Πατρὸς· καὶ ἐρχόμενον ἐπὶ συντελείᾳ τοῦ αἰῶνος κρῖναι ζῶντας καὶ νεκροὺς, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· οὗ βασιλεία ἀκατάλυτος οὖσα διαμένει εἰς τοὺς ἀπείρους αἰῶνας. Ἔσται γὰρ καθεζόμενος ἐν δεξιᾷ τοῦ Πατρὸς, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· καὶ εἰς τὸ ἅγιον Πνεῦμα, τουτέστι, τὸν Παράκλητον· ὅπερ ἐπαγγειλάμενος τοῖς ἀποστόλοις, μετὰ τὴν εἰς οὐρανοὺς αὐτοῦ ἄνοδον ἀπέστειλε, διδάξαι αὐτοὺς καὶ ὑπομνῆσαι πάντα· δι οὗ καὶ ἁγιασθήσονται αἱ τῶν εἰλικρινῶς εἰς αὐτὸν πεπιστευκότων ψυχαί. Τοὺς δὲ λέγοντας ἐξ οὐκ ὄντων τὸν Υἱὸν, ἐξ ἑτέρας ὑποστάσεως, καὶ μὴ ἐκ τοῦ Θεοῦ· καὶ Ἦν ποτε χρόνος, ὅτε οὐκ ἦν, ἀλλοτρίους οἶδεν καθολικὴ Ἐκκλησία. »