CLEMENT OF ALEXANDRIA - THE SALVATION OF THE RICH

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Liber Quis Dives Salvetur, 11 - 17

Greek text from Migne PG, Vol. 9, Col. 616

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

The Migne version of the complete Greek text of this work (at Google Books) and an English translation (with a facility for viewing it alongside) can be accessed through the website along with a very large number of other such complete texts.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

Τί τοίνυν ἦν τὸ προτρεψάμενον αὐτὸν εἰς φυγὴν, καὶ ποιῆσαν ἀπαυτομολῆσαι τοῦ διδασκάλου, τῆς ἱκεσίας, τῆς ἐλπίδος, τῆς ζωῆς, τῶν προπεπονημένων; « Πώλησον τὰ ὑπάρχοντά σου. » Τί δὲ τοῦτό ἐστιν; Οὐχ προχείρως δέχονταί τινες, τὴν ὑπάρχουσαν οὐσίαν ἀποῤῥῖψαι προστάσσει καὶ ἀποστῆναι ἀπὸ τῶν χρημάτων· ἀλλὰ τὰ δόγματα περὶ χρημάτων ἐξορίσαι τῆς ψυχῆς, τὴν περὶ αὐτὰ πτοίαν καὶ νόσον, τὰς μερίμνας, τὰς ἀκάνθας τοῦ βίου, αἳ τὸ σπέρμα τῆς ζωῆς συμπνίγουσιν. Οὔτε γὰρ μέγα καὶ ζηλωτὸν τὸ τηνάλλως ἀπορεῖν χρημάτων μὴ οὐκ ἐπὶ λόγῳ ζωῆς· οὕτω μέν γὰρ ἦσαν οἱ μηδὲν ἔχοντες μηδαμῇ, ἀλλὰ ἔρημοι καὶ μεταῖται τῶν ἐφ ἡμέραν, οἱ κατὰ τὰς ὁδοὺς ἐῤῥιμμένοι πτωχοί, ἀγνοοῦντες δὲ Θεὸν καὶ δικαιοσύνην Θεοῦ, κατ αὐτὸ μόνον τὸ ἄκρως ἀπορεῖν καὶ ἀμηχανεῖν βίου καὶ τῶν ἐλαχίστων σπανίζειν μακαριώτατοι καὶ θεοφιλέστατοι, καὶ μόνοι ζωὴν ἔχοντες αἰώνιον. Οὔτε καινὸν τὸ ἀπείπασθαι πλοῦτον καὶ χαρίσασθαι πτωχοῖς πατρίσιν, πολλοὶ πρὸ τῆς τοῦ Σωτῆρος καθόδου πεποιήκασιν, οἳ μὲν τῆς εἰς λόγους σχολῆς καὶ νεκρᾶς σοφίας ἕνεκεν, οἳ δὲ φήμης κενῆς καὶ κενοδοξίας, Ἀναξαγόραι καὶ Δημόκριτοι καὶ Κράτητες.

Τί οὖν ὡς καινὸν, ἴδιον Θεοῦ παραγγέλλει καὶ μόνον ζωοποιοῦν, τοὺς προτέρους οὐκ ἔσωσεν; Τἰ δὲ ἐξαίρετόν τι καινὴ κτίσις, Υἱὸς θεοῦ μηνύει καὶ διδάσκει; Οὐ τὸ φαινόμενον, ὅπερ ἄλλοι πεποιήκασι, παρεγγυᾷ, ἀλλ ἕτερόν τι διὰ τούτο σημαινόμενον μεῖζον καὶ θειότερον καὶ τελεώτερον, τὸ τὴν ψυχὴν αὐτὴν καὶ τὴν διάθεσιν γυμνῶσαι τῶν ἀπὸ των παθῶν καὶ πρόῤῥιζα τὰ ἀλλότρια τῆς γνώμης ἐκτεμεῖν καὶ ἐκβαλεῖν. Τοῦτο γὰρ ἴδιον μὲν τοῦ πιστοῦ τὸ μάθημα, ἄξιον δὲ τοῦ Σωτῆρος τὸ δίδαγμα. Οἱ γάρ τοι πρότερον καταφρονήσαντες τῶν ἐκτός, τὰ μὲν κτήματα ἀφῆκαν καὶ παραπώλεσαν, τὰ δὲ πάθη τῶν ψυχῶν οἶμαι ὅτι καὶ προσεπέτειναν. Ἐν ὑπεροψίᾳ γὰρ ἐγένοντο καὶ ἀλαζονείᾳ καὶ κενοδοξίᾳ καὶ περιφρονήσει τῶν ἄλλων ἀνθρώπων, ὡς αὐτοί τι ὑπὲρ ἄνθρωπον ἐργαζόμενοι. Πῶς ἂν οὖν Σωτὴρ παρῄνει τοῖς εἰς ἀεὶ βιωσομένοις τὰ βλάψοντα καὶ λυμανούμενα πρὸς τὴν ζωήν ἣν ἐπαγγέλλεται; Καὶ γὰρ ἂν κἀκεῖνό ἐστι, δύναταί τις ἀποφορτισάμενος τὴν κτῆσιν, οὐδὲν ἧττον ἔτι τὴν ἐπιθυμίαν καὶ τὴν ὄρεξιν τῶν χρημάτων ἔχειν ἐντετηκυῖαν καὶ συζῶσαν· καὶ τὴν μὲν χρῆσιν ἀποβεβληκέναι, ἀπορῶν δὲ ἅμα καὶ ποθῶν ἅπερ ἐσπάθησε, διπλῇ λυπεῖσθαι, καὶ τῇ τῆς ὑπηρεσίας ἀπουσίᾳ καὶ τῇ τῆς μετανοίας παρουσίᾳ. Ἀνέφικτον γὰρ καὶ ἀμήχανον, δεόμενον τῶν πρὸς τὸ βιοτεύειν ἀναγκαίων μὴ κατακλᾶσθαι τὴν γνώμην καὶ ἀσχολίαν ἄγειν ἀπὸ τῶν κρειττόνων, ὁπωσοῦν καὶ ὁθενοῦν ταῦτα πειρώμενον ἐκπορίζειν.

Καὶ πόσῳ χρησιμώτερον τὸ ἐναντίον, ἱκανὰ κεκτημένον αὐτόν τε περὶ τὴν κτῆσιν μὴ κακοπαθεῖν, καὶ οἷς καθῆκεν ἐπικουρεῖν; Τίς γὰρ ἂν κοινωνία καταλείποιτο παρὰ ἀνθρώποις, εἰ μηδεὶς ἔχοι μηδέν; Πῶς ἂν τοῦτο τὸ δόγμα πολλοῖς ἄλλοις καὶ καλοῖς τοῦ Κυρίου δόγμασιν οὐχὶ φανερῶς ἐναντιούμενον εὑρίσκοιτο καὶ μαχόμενον; « Ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμμωνᾶ τῆς ἀδικίας, ἵνα, ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς. Κτήσασθε θησαυροὺς ἐν οὐρανῷ, ὅπου μήτε σὴς μήτε βρῶσις ἀφανίζουσι μήτε κλέπται διορύσσουσι. » Πῶς ἄν τις πεινῶντα τρέφοι, καὶ διψῶντα ποτίζοι, καὶ γυμνὸν σκεπάζοι, καὶ ἄστεγον συνάγοι, τοῖς μὴ ποιήσασιν ἀπειλεῖ πῦρ καὶ σκότος τὸ ἐξώτερον, εἰ πάντων αὐτὸς ἕκαστος φθάνοι τούτων ὑστερῶν; Ἀλλὰ μὴν αὐτός τε ἐπιξενοῦται Ζακχαίῳ κελεύεὶ καὶ Ματθαίῳ τοῖς πλουσίοις καὶ τελώναις. Καὶ τὰ μὲν χρήματα αὐτοὺς οὐ κελεύει μεθεῖναι, τὴν δὲ δικαίαν χρῆσιν ἐπιθεὶς, καὶ τὴν ἄδικον ἀφελὼν, καταλέγει· « Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱος Ἀβραάμ ἐστιν. » Οὕτω τὴν χρείαν αὐτῶν ἐπαινεῖ, ὥστε καὶ μετὰ τῆς προσθήκης ταύτης τὴν κοινωνίαν ἐπιτάσσει, ποτίζειν τὸν διψῶντα, ἄρτον διδόναι τῷ πεινῶντι, ὑποδέχεσθαι τὸν ἄστεγον, ἀμφιεννύναι τὸν γυμνόν. Εἰ δὲ τὰς χρείας οὐχ οἷόν τε ἐκπληροῦν ταύτας μὴ ἀπὸ χρημάτων, τῶν δὲ χρημάτων ἀφίστασθαι κελεύει, τί ἂν ἕτερον εἴη ποιῶν Κύριος, τὰ αὐτὰ διδόναι τε καὶ μὴ διδόναι παραινῶν, τρέφειν τε καὶ μὴ τρέφειν, ὑποδέχεσθαι καὶ ἀποκλείειν, κοινωνεῖν καὶ μὴ κοινωνεῖν; ὅπερ ἁπάντων ἀλογώτατον.

Οὐκ ἄρα ἀποῤῥιπτέον τὰ καὶ τοὺς πέλας ὠφελοῦντα χρήματα· κτήματα γάρ ἐστι κτητὰ ὄντα, καὶ χρήματα χρήσιμα ὄντα καὶ εἰς χρῆσιν ἀνθρώπων ὑπὸ τοῦ Θεοῦ· δὴ παράκειται καὶ ὑποβέβληται καθάπερ ὕλη τις καὶ ὄργανα πρὸς χρῆσιν ἀγαθὴν τοῖς εἰδόσι τὸ ὄργανον. Ἐὰν χρῇ τεχνικῶς, τεχνικόν ἐστιν· ἐὰν ὑστερῇς τῆς τέχνης, ἀπολαύει τῆς σῆς ἀπαιδευσίας ὂν ἀναίτιον. Τοιοῦτον καὶ πλοῦτος ὄργανόν ἐστι. Δύνασαι χρῆσθαι δικαίως αὐτῷ; πρὸς δικαιοσύνην καθυπηρετεῖ. Ἀδίκως τις αὐτῷ χρῆται; πάλιν ὑπηρέτης ἀδικίας εὑρίσκεται. Πέφυκε γὰρ ὑπηρετεῖν, ἀλλ οὐκ ἄρχειν. Οὐ χρὴ τοίνυν τὸ ἐξ ἑαυτοῦ μὴ ἔχον μήτε τὸ ἀγαθὸν μήτε τὸ κακόν, ἀναίτιον ὄν, αἰτιᾶσθαι· ἀλλὰ τὸ δυνάμενον καὶ καλῶς τούτοις χρῆσθαι καὶ κακῶς, ἀφ ὧν ἂν ἕληται καθ αὑτὸ· τοῦτο δ ἐστὶ νοῦς ἀνθρώπου καὶ κριτήριον, ἐλεύθερον ἔχων ἐν ἑαυτῷ καὶ τὸ αὐτεξούσιον τῆς μεταχειρίσεως τῶν δοθέντων. Ὥστε μὴ τὰ κτήματά τις ἀφανιζέτω μᾶλλον τὰ πάθη τῆς ψυχῆς, τὰ μὴ συγχωροῦντα τὴν ἀμείνω χρῆσιν τῶν ὑπαρχόντων· ἵνα, καλὸς καὶ ἀγαθὸς γενόμενος, καὶ τούτοις τοῖς χρήμασι χρῆσθαι δυνηθῇ καλῶς. Τὸ οὖν ἀποτάξασθαι πᾶσι τοῖς ὑπάρχουσι καὶ πωλῆσαι πάντα τὰ ὑπάρχοντα, τοῦτον τὸν τρόπον ἐκδεκτέον, ὡς ἐπὶ τῶν ψυχικῶν παθῶν εἰρημένων.

Ἐγὼ γοῦν κἀκεῖνο φήσαιμ ἄν. Ἐπειδὴ τὰ μὲν ἐντός ἐστι τῆς ψυχῆς, τὰ δὲ ἐκτός· κἂν μὲν ψυχὴ χρῆται καλῶς, καλὰ καὶ ταῦτα δοκεῖ· ἐὰν δὲ πονηρῶς, πονηρά· κελεύων ἀπαλλοτριοῦν τὰ ὑπάρχοντα, πότερον ταῦτα παραιτεῖται, ὧν ἀναιρεθέντων ἔτι τὰ πάθη μένει· ἐκεῖνα μᾶλλον, ὧν ἀναιρεθέντων καὶ τὰ κτήματα χρήσιμα γίνεται; Εἰ τοίνυν ἀποβαλὼν τὴν κοσμικὴν περιουσίαν ἔτι δύναται πλουτεῖν τῶν παθῶν, καὶ τῆς ὕλης μὴ παρούσης ( γάρ τοι διάθεσις τὸ αὑτῆς ἐνεργεῖ καὶ τὸν λογισμὸν ἄγχει, καὶ πιέζει καὶ φλεγμαίνει ταῖς συντρόφοις ἐπιθυμίαις οὐδὲν οὖν προὔργου γέγονεν αὐτῷ πτωχεύειν χρημάτων, πλουτοῦντι τῶν παθῶν. Οὐ γὰρ τὰ ἀπόβλητα ἀπέβαλεν, ἀλλὰ τὰ ἀδιάφορα· καὶ τῶν μὲν ὑπηρετικῶν ἑαυτὸν περιέκοψεν, ἐξέκαυσε δὲ τὴν ὕλην τῆς κακίας τὴν ἔμφυτον τῇ τῶν ἐκτὸς ἀπορίᾳ. Ἀποτακτέον οὖν τοῖς ὑπάρχουσι τοῖς βλαβεροῖς, οὐχὶ τοῖς, ἐὰν ἐπίστηταί τις τὴν ὀρθὴν χρῆσιν, καὶ συνωφελεῖν δυναμένοις. Ὠφελεῖ δὲ τὰ μετὰ φρονήσεως καὶ σωφροσύνης καὶ εὐσεβείας οἰκονομούμενα. Ἀπωστέα δὲ τὰ ἐπιζήμια· τὰ δὲ ἐκτὸς οὐ βλάπτει. Οὕτως οὖν Κύριος καὶ τὴν τῶν ἐκτὸς χρείαν εἰσάγει, κελεύων ἀποθέσθαι οὐ τὰ βιωτικά, ἀλλὰ τὰ τούτοις κακῶς χρώμενα· ταῦτα δὲ ἦν τὰ τῆς ψυχῆς ἀῤῥωστήματα καὶ πάθη.

τούτων πλοῦτος, παρὼν μὲν, ἅπασι θανατηφόρος, ἀπολόμενος δὲ, σωτήριος· οὗ δεῖ καθαρεύουσαν, τουτέστι πτωχεύουσαν καὶ γυμνήν τὴν ψυχὴν παρασχόμενον, οὕτως ἤδη τοῦ Σωτῆρος ἀκοῦσαι λέγοντος· « Δεῦρο, ἀκολούθει μοι. » Ὁδὸς γὰρ αὐτὸς ἤδη τῷ καθαρῷ τὴν καρδίαν γίνεται· εἰς δὲ ἀκάθαρτον ψυχὴν Θεοῦ χάρις οὐ παρεισδύεται. Ἀκάθαρτος δὲ πλουτοῦσα τῶν ἐπιθυμιῶν, καὶ ὠδίνουσα πολλοῖς ἔρωσι καὶ κοσμικοῖς. μὲν γὰρ ἔχων κτήματα καὶ χρυσὸν καὶ ἄργυρον, καὶ οἰκίας ὡς Θεοῦ δωρεὰς· καὶ τῷ τε διδόντι Θεῷ λειτουργῶν ἀπ αὐτῶν εἰς ἀνθρώπων σωτηρίαν· καὶ εἰδὼς, ὅτι ταῦτα κέκτηται διὰ τοὺς ἀδελφοὺς μᾶλλον ἑαυτὸν· καὶ κρείττων ὑπάρχων τῆς κτήσεως αὐτῶν, μὴ δοῦλος ὧν κέκτηται, μηδὲ ἐν τῇ ψυχῇ ταῦτα περιφέρων, μηδὲ ἐν τούτοις ὁρίζων καὶ περιγράφων τὴν ἑαυτοῦ ζωήν, ἀλλά τι καὶ καλὸν ἔργον καὶ θεῖον ἀεὶ διαπονῶν· κἂν ἀποστερηθῆναι δέῃ ποτὲ τούτων, δυνάμενος ἵλεῳ τῇ γνώμῃ, καὶ ἀπαλλαγὴν αὐτῶν ἐνεγκεῖν ἐξ ἴσου, καθάπερ καὶ τὴν περιουσίαν· οὗτός μακαριζόμενος ὑπὸ τοῦ Κυρίου, καὶ πτωχὸς τῷ πνεύματι καλούμενος, κληρονόμος ἕτοιμος οὐρανοῦ βασιλείας, οὐ πλούσιος ζῆσαι μὴ δυνάμενος.

δὲ ἐν τῇ ψυχῇ τὸν πλοῦτον φέρων, καὶ ἀντὶ Θεοῦ Πνεύματος ἐν τῇ καρδίᾳ χρυσὸν φέρων ἀγρὸν, καὶ τὴν κτῆσιν ἄμετρον ἀεὶ ποιῶν, καὶ ἑκάστοτε τὸ πλεῖον βλέπων, κάτω νενευκὼς καὶ τοῖς τοῦ κόσμου θηράτροις πεπεδημένος, γῆ ὢν καὶ εἰς γῆν ἀπελευσόμενος, πόθεν δύναται βασιλείας οὐρανῶν ἐπιθυμῆσαι καὶ φροντίσαι, ἄνθρωπος οὐ καρδίαν, ἀλλὰ ἀγρὸν μέταλλον φορῶν, ἐν τούτοις εὑρεθησόμενος ἐπάναγκες ἐν οἷς εἵλετο; Ὅπου γὰρ νοῦς τοῦ ἀνθρώπου, ἐκεῖ καὶ θησαυρὸς αὐτοῦ. Θησαυροὺς δέ γε Κύριος, οἶδε διττούς· τὸν μὲν ἀγαθόν, γὰρ « ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προφέρει τὸ ἀγαθόν· » τὸν δὲ πονηρόν, γὰρ « κακὸς ἐκ τοῦ κακοῦ θησαυροῦ προφέρει τὸ κακόν· ὅτι ἐκ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ. » Ὥσπερ οὖν θησαυρὸς οὐχ εἷς παρ αὐτῷ, καθὸ καὶ παρ ἡμῖν, τὸ αἰφνίδιον μέγα κέρδος ἐν εὑρήσει διδούς· ἀλλὰ καὶ δεύτερος ἀκερδὴς καὶ ἄζηλος καὶ δύσκτητος καὶ ἐπιζήμιος· οὕτω καὶ πλοῦτος μέν τις ἀγαθῶν, δὲ κακῶν· εἴ γε τὸν πλοῦτον καὶ τὸν θησαυρὸν οὐκ ἀπηρτημένους ἴσμεν ἀλλήλων τῇ φύσει. Καὶ μέν τις πλοῦτος κτητὸς ἂν εἴη καὶ περίβλητος, δὲ ἄκτητος καὶ ἀπόβλητος· Τὸν αὐτὸν δὲ τρόπον καὶ πτωχεία μακαριστὴ μὲν πνευματική· διὸ καὶ προσέθηκεν Ματθαῖος· « Μακάριοι οἱ πτωχοί. » Πῶς; « Τῷ πνεύματι. » Καὶ πάλιν· « Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην τοῦ Θεοῦ. » Οὐκοῦν ἄθλιοι οἱ ἐναντίοι πτωχοί, Θεοῦ μὲν ἄμοιροι, ἀμοιρότεροι δὲ τῆς ἀνθρωπίνης κτήσεως, ἄγευστοι δὲ δικαιοσύνης θεοῦ.