|
|
|
CLEMENT OF ALEXANDRIA - PHILOSOPHY AND THEOLOGY |
|
|
Subscription
Version of Text |
|
$5 for trial, $30 a year for individuals ($15 students). |
|
Printable Version of Text |
|
Stromateis, 1. 5. 28 Greek text from Migne PG, Vol. 8, Col. 717 An English translation of this text, placed alongside the Greek text (with dictionary lookup links), can be found on the subscription version of the site. The Migne version of the complete scanned Greek text of this work (at Google Books) and an English translation (with a facility for viewing it alongside) can be accessed through the website along with a very large number of other such complete texts.
|
|
Ἦν μὲν οὖν πρὸ τῆς τοῦ Κυρίου παρουσίας εἰς δικαιοσύνην Ἕλλησιν ἀναγκαία φιλοσοφία· νυνὶ δὲ χρησίμη πρὸς θεοσέβειαν γίνεται, προπαιδεία τις οὖσα τοῖς τὴν πίστιν δι' ἀποδείξεως καρπουμένοις· ὅτι «ὁ πούς σου» φησὶν «οὐ μὴ προσκόψῃ,» ἐπὶ τὴν πρόνοιαν τὰ καλὰ ἀναφέροντος, ἐάν τε Ἑλληνικὰ ᾖ ἐάν τε ἡμέτερα. Πάντων μὲν γὰρ αἴτιος τῶν καλῶν ὁ Θεός· ἀλλὰ τῶν μὲν, κατὰ προηγούμενον, ὡς τῆς τε Διαθήκης τῆς Παλαιᾶς, καὶ τῆς Νέας, τῶν δὲ κατ' ἐπακολούθημα, ὡς τῆς φιλοσοφίας. Τάχα δὲ καὶ προηγουμένως τοῖς Ἕλλησιν ἐδόθη τότε, πρὶν ἢ τὸν κύριον καλέσαι καὶ τοὺς Ἕλληνας· «ἐπαιδαγώγει» γὰρ καὶ αὐτὴ τὸ Ἑλληνικὸν ὡς «ὁ νόμος» τοὺς Ἑβραίους «εἰς Χριστόν.» Προπαρασκευαζει τοίνυν ἡ φιλοσοφία, προοδοποιοῦσα τὸν ὑπὸ Χριστοῦ τελειούμενον. |