CLEMENT OF ALEXANDRIA - THE INEFFABILITY OF GOD

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Stromateis, 5. 12

Greek text from Migne PG, Vol. 9, Col. 116

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

The Migne version of the complete Greek text of this work (at Google Books) and an English translation (with a facility for viewing it alongside) can be accessed through the website along with a very large number of other such complete texts.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

Τὸν γὰρ πατέρα καὶ ποιητὴν τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον, καὶ εὑρόντα εἰς πάντας ἐξειπεῖν ἀδύνατον. Ῥητὸν γὰρ οὐδαμῶς ἐστιν ὡς τἄλλα μαθήματα, φιλαλήθης λέγει Πλάτων. Ἀκήκοεν γὰρ εὖ μάλα ὡς πάνσοφος Μωϋσῆς, εἰς τὸ ὄρος ἀνιὼν διὰ τὴν ἁγίαν θεωρίαν, ἐπὶ τὴν κορυφὴν τῶν νοητῶν ἀναγκαίως διαστέλλεται, μὴ τὸν πάντα λαὸν συναναβαίνειν ἑαυτῷ· καὶ ὅταν λέγῃ Γραφὴ, Εἰσῆλθεν δὲ Μωϋσῆς εἰς τὸν γνόφον οὗ ἦν Θεός, τοῦτο δηλοῖ τοῖς συνιέναι δυναμένοις, ὡς Θεὸς ἀόρατός ἐστι καὶ ἄῤῥητος. Γνόφος δὲ ὡς ἀληθῶς τῶν πολλῶν ἀπιστία τε καὶ ἄγνοια, τῇ αὐγῇ τῆς ἀληθείας ἐπίπροσθε φέρεται. Ὀρφεύς τε αὖ θεολόγος ἐντεῦθεν ὠφελημένος, εἰπών·

Εἷς ἔστ’, αὐτοτελής, ἑνὸς ἔκγονα πάντα τέτυκται , πέφυκε· γράφεται γὰρ καὶ οὕτως· ἐπιφέρει,

     .....οὐδέ τις αὐτὸν

Εἰσοράᾳ θνητῶν, αὐτὸς δέ γε πάντας ὁρᾶται.

Σαφέστερον δὲ ἐπιλέγει·

Αὐτὸν δ οὐχ ὁρόω· περὶ γὰρ νέφος ἐστήρικται.

Πᾶσι γὰρ θνητοῖς θνηταὶ κόραι εἰσὶν ἐν ὄσσοις

Μικραί· ἐπεὶ σάρκες τε καὶ ὀστέα ἐμπεφύασιν.

Μαρτυρήσει τοῖς εἰρημένοις Ἀπόστολος, Οἶδα, λέγων, ἄνθρωπον ἐν Χριστῷ ἁρπαγέντα ἕως τρίτου οὐρανοῦ, κἀκεῖθεν εἰς τὸν παράδεισον· ὃς ἤκουσεν ἄῤῥητα ῥήματα, οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι· τὸ ἄῤῥητον τοῦ Θεοῦ οὕτως αἰνισσόμενος· οὐ νόμῳ καὶ φόβῳ παραγγελίας τινὸς τὸ οὐκ ἐξὸν προστιθείς, δυνάμει δὲ ἁγίᾳ ἄφθεγκτον εἶναι τὸ Θεῖον μηνύων· εἴ γε ὑπὲρ οὐρανὸν τὸν τρίτον ἄρχεται λαλεῖσθαι, ὡς θέμις τοῖς ἐκεῖ μυσταγωγεῖν τὰς ἐξειλεγμένας ψυχάς. Οἶδα γὰρ ἐγὼ καὶ παρὰ Πλάτωνι (τὰ γὰρ ἐκ τῆς βαρβάρου φιλοσοφίας παραδείγματα πολλὰ ὄντα, ὑπερτίθεταί μοι νῦν γραφή, κατὰ τὰς πρώτας ὑποσχέσεις τὸν καιρὸν ἀναμένουσα) πολλοὺς οὐρανοὺς νοουμένους. Ἀπορήσας γοῦν ἐν τῷ Τιμαίῳ, εἰ χρὴ πλείονας κόσμους, τοῦτον ἕνα νομίζειν, ἀδιαφορεῖ περὶ τὰ ὀνόματα, ἀνωνύμως κόσμον τε καὶ οὐρανὸν ἀποκαλῶν· τὰ δὲ τῆς λέξεως ὧδε ἔχει· Πότερον οὖν ὀρθῶς ἕνα οὐρανὸν εἰρήκαμεν πολλοὺς καὶ ἀπείρους; Ἦν λέγειν ὀρθότερον ἕνα, εἴπερ κατὰ τὸ παράδειγμα ἔσται δεδημιουργημένος. Ἀλλὰ κἀν τῇ πρὸς Κορινθίους Ῥωμαίων ἐπιστολῇ Ὠκεανὸς ἀπέραντος ἀνθρώποις, γέγραπται, καὶ οἱ μετ αὐτὸν κόσμοι. Ἀκολούθως τοίνυν πάλιν ἐπιφθέγγεται βάθος πλούτου, καὶ σοφίας καὶ γνώσεως Θεοῦ! γενναῖος Ἀπόστολος. Καὶ μή τι τοῦτ ἦν ᾐνίσσετο προφήτης, ἐγκρυφίας κελεύων ποιεῖν ἀζύμους; μηνύων ὅτι τὸν ἱερὸν ὡς ἀληθῶς περὶ τοῦ ἀγεννήτου καὶ τῶν δυνάμεων αὐτοῦ μύστην λόγον ἐπικεκρύφθαι δεῖ. Βεβαιῶν ταῦτα ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ Απόστολος, ἀναφανδὸν εἴρηκε· Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην. Καὶ πάλιν ἀλλαχοῦ λέγει· Εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ Θεοῦ ἐν Χριστῷ, ἐν εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι. Ἐπισφραγίζεται ταῦτα Σωτὴρ ἡμῶν αὐτὸς, ὧδέ πως λέγων· Ὑμῖν δέδοται γνῶναι τὸ μυστήριον τῆς βασιλείας τῶν οὐρανῶν. Καὶ πάλιν φησὶ τὸ Εὐαγγέλιον ὡς Σωτὴρ ἡμῶν ἔλεγεν τοῖς ἀποστόλοις τὸν λόγον ἐν μυστηρίῳ. Καὶ γὰρ προφητεία περὶ αὐτοῦ φησιν· Ἀνοίξει ἐν παραβολαῖς τὸ στόμα αὐτοῦ καὶ ἐξερεύξεται τὰ ἀπὸ καταβολῆς κόσμου κεκρυμμένα. Ἤδη δὲ καὶ διὰ τῆς περὶ τὴν ζύμην παραβολῆς τὴν ἐπίκρυψιν Κύριος δηλοῖ· φησὶ γάρ· Ὁμοία ἐστὶν βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ, ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον. Ἤτοι γὰρ τριμερὴς καθ ὑπακοὴν σώζεται ψυχὴ· κατὰ τὴν ἐγκρυβεῖσαν αὐτῇ κατὰ τὴν πίστιν πνευματικὴν δύναμιν· ὅτι ἰσχὺς τοῦ Λόγου δοθεῖσα ἡμῖν, σύντομος οὖσα καὶ δυνατή, πάντα τὸν καταδεξάμενον καὶ ἐντὸς ἑαυτοῦ κτησάμενον αὐτὴν, ἐπικεκρυμμένως τε καὶ ἀφανῶς πρὸς ἑαυτὴν ἕλκει, καὶ τὸ πᾶν αὐτοῦ σύστημα εἰς ἑνότητα συνάγει. Σοφώτατα τοίνυν γέγραπται τῷ Σόλωνι ταῦτα περὶ Θεοῦ·

Γνωμοσύνης δ ἀφανὲς χαλεπώτατόν ἐστι νοῆσαι

Μέτρον· δὴ πάντων πείρατα μοῦνον ἔχει.

Τὸ γάρ τοι θεῖον, Ἀκραγωντῖνός φησι ποιητής,

Οὐκ ἔστιν πελάσασθαι ἐν ὀφθαλμοῖσιν ἐφικτὸν

ἡμετέροις, χερσὶ λαβεῖν· ἥπέρ τε μεγίστη

Πειθοῦς ἀνθρώποισιν ἁμαξιτὸς εἰς φρένα πίπτει.

Καὶ Ἰωάννης ἀπόστολος· Θεὸν οὐδεὶς ἑώρακεν πώποτε· μονογενὴς Θεός, ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο, τὸ ἀόρατον καὶ ἄῤῥητον κόλπον ὀνομάσας Θεοῦ, βαθὺν αὐτὸν κεκλήκασιν ἐντεῦθεν τινὲς, ὡς ἂν περιειληφότα, καὶ ἐγκολπισάμενον τὰ πάντα, ἀνέφικτόν τε καὶ ἀπέραντον. Ναὶ μὴν δυσμεταχειριστότατος περὶ Θεοῦ λόγος, οὗτός ἐστιν. Ἐπεὶ γὰρ ἀρχὴ παντὸς πράγματος δυσεύρετος, πάντως που πρώτη καὶ πρεσβυτάτη ἀρχὴ δύσδεικτος, ἥτις καὶ τοῖς ἄλλοις ἅπασιν αἰτία τοῦ γενέσθαι καὶ γενομένους εἶναι. Πῶς γὰρ ἂν εἴη ῥητὸν, μήτε γένος ἐστὶ, μήτε διαφορὰ, μήτε εἶδος, μήτε ἄτομον, μήτε ἀριθμός· ἀλλὰ μητὲ συμβεβηκός τι, μηδὲ συμβέβηκέν τι; Οὐκ ἂν δὲ ὅλον εἴποι τις αὐτὸν ὀρθῶς· ἐπὶ μεγέθει γὰρ τάττεται τὸ ὅλον, καὶ ἔστι τῶν ὅλων πατήρ. Οὐδὲ μὴν μέρη τινὰ αὐτοῦ λεκτέον· ἀδιαίρετον γὰρ τὸ ἕν· διὰ τοῦτο δὲ καὶ ἄπειρον, οὐ κατὰ τὸ ἀδιεξήτητον νοούμενον, ἀλλὰ κατὰ τὸ ἀδιάστατον, καὶ μὴ ἔχον πέρας. Καὶ τοίνυν ἀσχημάτιστον, καὶ ἀνωνόμαστον. Κἂν ὀνομάζωμεν αὐτό ποτε, οὐ κυρίως· καλοῦντες ἤτοι ἓν, τἀγαθὸν, νοῦν, αὐτὸ τὸ ὂν, Πατέρα, Θεὸν, Δημιουργὸν, Κύριον, οὐχ ὡς ὄνομα αὐτοῦ προφερόμενοι λέγομεν, ὑπὸ δὲ ἀπορίας ὀνόμασι καλοῖς προσχρώμεθα, ἵν ἔχῃ διάνοια, μὴ περὶ ἄλλα πλανωμένη, ἐπερείδεσθαι τούτοις· οὐ γὰρ τὸ καθ ἕκαστον μηνυτικὸν τοῦ Θεοῦ, ἀλλὰ ἀθρόως ἅπαντα ἐνδεικτικὰ τῆς τοῦ παντοκράτορος δυνάμεως. Τὰ γὰρ λεγόμενα ἐκ τῶν προσόντων αὐτοῖς ῥητά ἐστιν, ἐκ τῆς πρὸς ἄλληλα σχέσεως· οὐδὲν δὲ τούτων λαβεῖν οἷόν τε περὶ τοῦ Θεοῦ. Ἀλλ οὐδὲ ἐπιστήμῃ λαμβάνεται τῇ ἀποδεικτικῇ· αὕτη γὰρ ἐκ προτέρων καὶ γνωριμωτέρων συνίσταται τοῦ δὲ ἀγεννήτου οὐδὲν προϋπάρχει. Λείπεται δὴ θείᾳ χάριτι καὶ μόνῳ τῷ παρ αὐτοῦ Λόγῳ τὸ ἄγνωστον νοεῖν· καθὸ καὶ Λουκᾶς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων ἀπομνημονεύει τὸν Παῦλον λέγοντα· Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ. Περιερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν, εὗρον καὶ βωμὸν ἐν ἐπεγέγραπτο· ἈΓΝΩΣΤῼ ΘΕῼ. Ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν.