ATHANASIUS - THE THALIA OF ARIUS

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Adversus Arianos Oratio Prima , 1,5  and then

De Synodis, 15

The Greek text is from Migne PG, Vol. 26, Cols. 20 ff (Adversus Arianos Oratio) and Bright, Historical Writings of St Athanasius, pp. 260 - 261 (De Synodis).

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

A large number of complete Greek texts (all those in Migne and this one in Bright) and translations of Athanasius (where available online) can also be accessed through the website and seen alongside each other.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

Adversus Arianos Oratio Prima

4. .... οὕτω καὶ κίβδηλος καὶ Σωτάδειος Ἄρειος ὑποκρίνεται μὲν ὡς περὶ Θεοῦ λέγων, παρεντιθεὶς τὰς τῶν Γραφῶν λέξεις, ἐλέγχεται δὲ πανταχόθεν Ἄρειος ἄθεος, ἀρνούμενος τὸν Υἱὸν, καὶ τοῖς ποιήμασιν αὐτὸν συναριθμῶν.

5. μὲν οὖν ἀρχὴ τῆς Ἀρειανῆς Θαλείας και κουφολογίας, ἧθος ἔχουσα καὶ μέλος θηλυκὸν, αὕτη·

Κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ, συνετῶν Θεοῦ, παίδων

ἁγίων, ὀρθοτόμων, ἅγιον Θεοῦ πνεῦμα λαβόντων,

τάδε ἔμαθον ἔγωγε ὑπὸ τῶν σοφίας μετεχόντων,

ἀστείων, θεοδιδάκτων, κατὰ πάντα σοφῶν τε.

Τούτων κατ ἴχνος ἦλθον ἐγὼ βαίνων ὁμοδόξως

περικλυτὸς, πολλὰ παθὼν διὰ τὴν Θεοῦ δόξαν,

ὑπό τε Θεοῦ μαθὼν σοφίαν καὶ γνῶσιν ἐγὼ ἔγνων.

 
De Synodis

14. ... Ἄρειος καὶ οἱ σὺν αὐτῷ φρονήσαντες, καὶ λέγοντες, «Ἐξ οὐκ ὄντων πεποίηκε τὸν Ὑἱὸν Θεὸς, καὶ κέκληκεν ἑαυτῷ Υἱόν· ἓν τῶν κτισμάτων ἐστὶν τοῦ Θεοῦ Λόγος καὶ «Ἦν ποτε, ὅτε οὐκ ἦν· τρεπτὸς δέ ἐστι, δυνάμενος, ὅτε βούλεται, τραπῆναι» ἐξεβλήθησαν τῆς Ἐκκλησίας παρὰ τοῦ μακαρίτου Ἀλεξάνδρου.

15. Ἀλλ' ἐκβληθεὶς καὶ ἐπιτριβεὶς Ἄρειος παρὰ τῶν περὶ Εὐσέβιον συνέθηκεν ἑαυτοῦ τὴν αἵρεσιν ἐν χάρτῃ, καὶ ὡς ἐν Θαλίᾳ ζηλώσας οὐδένα τῶν φρονίμων, ἀλλὰ τὸν Αἰγύπτιον Σωσάτην ἐν τῷ ἤθει καὶ τῇ ἐκλύσει τοῦ μέλους, γράφει μὲν πολλά, ἀπὸ μέρους δέ ἐστιν αὐτοῦ ταῦτα·

ΒΛΑΣΦΗΜΙΑΙ ΤΟΥ ΑΡΕΙΟΥ

Αὐτὸς γοῦν Θεὸς καθό ἐστιν, ἄῤῥητος ἅπασιν ὑπάρχει.

Ἴσον, οὐδὲ ὅμοιον, οὐχ ὁμόδοξον ἔχει μόνος οὗτος.

Ἀγέννητον δὲ αὐτόν φαμεν διὰ τὸν τὴν φύσιν γεννητόν·

τοῦτον ἄναρχον ἀνυμνοῦμεν διὰ τὸν ἀρχὴν ἔχοντα,

ἀΐδιον δὲ αὐτὸν σέβομεν διὰ τὸν ἐν χρόνῷ γεγαότα.

Ἀρχὴν τὸν Υἱὸν ἔθηκε τῶν γενητῶν ἄναρχος,

καὶ ἤνεγκεν εἰς Υἱὸν ἑαυτῷ τόνδε τεκνοποιήσας,

Ἴδιον οὐδὲν ἔχει τοῦ Θεοῦ καθ ὑπόστασιν ἰδιότητος·

οὐδὲ γάρ ἐστιν ἴσος, ἀλλ οὐδὲ ὁμοούσιος αὐτῷ.

Σοφὸς δέ ἐστιν Θεός, ὅτι τῆς σοφίας διδάσκαλος αὐτός.

Ἱκανὴ δὲ ἀπόδειξις, ὅτι Θεὸς ἀόρατος ἅπασι,

τοῖς τε διὰ Υἱοῦ καὶ αὐτῷ τῷ Υἱῷ ἀόρατος αὐτός.

Ῥητῶς δὲ λέξω, πῶς τῷ Υἱῷ ὁρᾶται ἀόρατος·

Τῇ δυνάμει δύναται Θεὸς ἰδεῖν ἰδίοις τε μέτροις

ὑπομένει Υἱὸς ἰδεῖν τὸν Πατέρα, ὡς θέμις ἐστίν.

Ἤγουν Τριάς ἐστι δόξαις οὐχ ὁμοίαις·

ἀνεπίμικτοι ἑαυταῖς εἰσιν αἱ ὑποστάσεις αὐτῶν·

μία τῆς μιᾶς ἐνδοξοτέρα δόξαις ἐπ ἄπειρον.

Ξένος τοῦ Υἱοῦ κατ οὐσίαν Πατήρ, ὅτι ἄναρχος ὑπάρχει.

Σύνες, ὅτι μονὰς ἦν· δυὰς δὲ οὐκ ἦν, πρὶν ὑπάρξῃ.

Αὐτίκα γοῦν, Υἱοῦ μὴ ὄντος, Πατὴρ Θεός ἐστι.

Λοιπὸν Υἱὸς οὐκ ὢν (ὑπῆρξε δὲ θελήσει πατρῴᾳ),

μονογενὴς Θεός ἐστι, καὶ ἑκατέρων ἀλλότριος οὗτος.

Σοφία σοφία ὑπῆρξε σοφοῦ Θεοῦ θελήσει.

Ἐπινοεῖται γοῦν μυρίαις ὅσαις ἐπινοίαις

Πνεῦμα, δύναμις, σοφία,

δόξα Θεοῦ, ἀλήθειά τε καὶ εἰκὼν, καὶ Λόγος, οὗτος.

Σύνες, ὅτι καὶ ἀπαύγασμα καὶ φῶς ἐπινοεῖται.

Ἴσον μὲν τοῦ Υἱοῦ γεννᾷν δυνατός ἐστιν κρείττων·

διαφορώτερον δὲ, κρείττονα, μείζονα, οὐχί.

Θεοῦ θελήσει Υἱὸς ἡλίκος καὶ ὅσος ἐστίν,

ἐξ ὅτε καὶ ἀφ οὗ, καὶ ἀπὸ τότε ἐκ τοῦ Θεοῦ ὑπέστη,

ἰσχυρὸς Θεὸς ὢν, τὸν κρείττονα ἐκ μέρους ὑμνεῖ.

Συνελόντι εἰπεῖν, τῷ Υἱῷ Θεὸς ἄῤῥητος ὑπάρχει·

ἔστι γὰρ ἑαυτῷ ἐστι, τοῦτ ἔστιν ἄλεκτος·

ὥστε οὐδὲν τῶν λεγομένων κατά τε κατάληψιν

συνίει ἐξειπεῖν Υἱός. Ἀδύνατα γὰρ αὐτῷ

τὸν Πατέρα τε ἐξιχνιάσαι, ὅς ἐστιν ἐφ ἑαυτοῦ.

Αὐτὸς γὰρ Υἱὸς τὴν ἑαυτοῦ οὐσίαν οὐκ οἶδεν·

Υἱὸς γὰρ ὢν, θελήσει Πατρὸς ὑπῆρξεν ἀληθῶς.

Τίς γοῦν λόγος συγχωρεῖ τὸν ἐκ Πατρὸς ὄντα

αὐτὸν τὸν γεννήσαντα γνῶναι ἐν καταλήψει;

δῆλον γὰρ, ὅτι τὸ ἀρχὴν ἔχον, τὸν ἄναρχον, ὡς ἔστιν,

ἐμπερινοῆσαι ἐμπεριδράξασθαι, οὐχ οἷόν τέ ἐστιν.