ATHANASIUS - THE BEGINNINGS OF HERESY ABOUT THE HOLY SPIRIT

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Ep. Ad Serapionem, 1.1

Greek text from Migne PG, Vol. 26 col. 529

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

A large number of complete Greek texts (all those in Migne) and translations of Athanasius (where available online) can also be accessed through the website and seen alongside each other.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology.  If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

Τὰ γράμματα τῆς σῆς ἱερᾶς διαθέσεως ἀπεδόθη μοι ἐν τῇ ἐρήμῳ. Καὶ εἰ καὶ πικρός τις ἦν καθ ἡμῶν διωγμὸς ἐπικείμενος, καὶ πολλὴ ἔρευνα τῶν ζητούντων ἡμᾶς ἀνελεῖν· ἀλλ’ « Πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως, » παρεκάλεσεν ἡμᾶς καὶ ἐν τοῖς γράμμασί σου. Ἀναμιμνησκόμενος γὰρ τῆς σῆς διαθέσεως καὶ πάντων τῶν γνησίων, ἔδοξα τούτους σὺν ἐμοὶ τότε παρεῖναι. Ἐπιπολὺ μὲν οὖν ἔχαιρον κατέχων τὰ γράμματα· ὡς δὲ τούτοις ἐνέτυχον, ἠρξάμην πάλιν ἀθυμεῖν διὰ τοὺς ἅπαξ μελετήσαντας μάχεσθαι πρὸς τὴν ἀλήθειαν. Ἔγραφες γὰρ, ἀγαπητὲ καὶ ἀληθῶς ποθεινότατε, λυπούμενος καὶ αὐτὸς, ὡς ἐξελθόντων μέν τινων ἀπὸ τῶν Ἀρειανῶν διὰ τὴν κατὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ βλασφημίαν, φρονούντων δὲ κατὰ τοῦ ἁγίου Πνεύματος, καὶ λεγόντων αὐτὸ μὴ μόνον κτίσμα, ἀλλὰ καὶ τῶν λειτουργικῶν πνευμάτων ἓν αὐτὸ εἶναι, καὶ βαθμῷ μόνον αὐτὸ διαφέρειν τῶν ἀγγέλων. Τοῦτο δέ ἐστι πρὸς μὲν τοὺς Ἀρειανοὺς προσποιητὸς μάχη· ἀληθὴς δὲ ἀντιλογία πρὸς τὴν εὐσεβῆ πίστιν. Ὥσπερ γὰρ ἐκεῖνοι, ἀρνούμενοι τὸν Υἱὸν, ἀρνοῦνται καὶ τὸν Πατέρα· οὕτω καὶ οὗτοι, δυσφημοῦντες εἰς τὸ Πνεῦμα τὸ ἅγιον, δυσφημοῦσι καὶ εἰς τὸν Υἱόν. Καὶ ἀμφότερα τὰ μέρη διείλοντο τὴν πρὸς τὴν ἀλήθειαν ἀντίστασιν, ἵν οἱ μὲν κατὰ τοῦ Λόγου, οἱ δὲ κατὰ τοῦ Πνεύματος φρονοῦντες, τὴν αὐτὴν ἔχωσιν εἰς τὴν ἁγίαν Τριάδα βλασφημίαν. Ταῦτ οὖν συνορῶν καὶ πολλὰ λογιζόμενος, ἐν ἀθυμίᾳ γέγονα, ὅτι πάλιν εὗρε παίζειν διάβολος ἐν τοῖς ὑποκρινομένοις τὴν μανίαν αὐτοῦ· καὶ κρίνας μὲν ἤμην σιωπᾷν ἐν τοιούτῳ καιρῷ· διὰ δὲ τὴν προτροπὴν τῆς σῆς ὁσιότητος, ἕνεκά τε τῆς ἐκείνων ἀλλοδοξίας καὶ σατανικῆς προπετείας, δι ὀλίγων ἔγραψα τὴν ἐπιστολὴν, μόγις καὶ ταῦτα δυνηθεὶς, ἵνα μόνον καὶ σὺ, πρόφασιν ἐκ τούτων λαβὼν, κατὰ τὴν προσοῦσάν σοι σύνεσιν τὰ λείποντα προσθῇς, καὶ πλήρης κατὰ τῆς δυσσεβοῦς αἱρέσεως ἔλεγχος γένηται.