ATHANASIUS - THE LETTER OF ARIUS TO ALEXANDER OF ALEXANDRIA

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

De Synodis, 16

The Greek text is from Bright, Historical Writings of St Athanasius, pp. 260 - 261 (De Synodis).

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.
A large number of complete Greek texts (including this one and all those in Migne) and translations of Athanasius (where available online) can also be accessed through the website and seen alongside each other.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

The version of this text as found in Epiphanius (Greek text only) can be found through the Authors/Epiphanius of Salamis menu.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

δὲ καὶ δι ἐπιστολῆς ἔγραψαν πρὸς τὸν μακαρίτην Ἀλέξανδρον τὸν ἐπίσκοπον, ἔστι ταῦτα·

Μακαρίῳ πάπᾳ καὶ ἐπισκόπῳ ἡμῶν Ἀλεξάνδρῳ οἱ πρεσβύτεροι καὶ οἱ διάκονοι ἐν κυρίῳ χαίρειν. πίστις ἡμῶν ἐκ προγόνων, ἣν καὶ ἀπὸ σοῦ μεμαθήκαμεν, μακάριε πάπα, ἔστιν αὕτη· Οἴδαμεν ἕνα Θεόν, μόνον ἀγέννητον, μόνον ἀΐδιον, μόνον ἄναρχον, μόνον ἀληθινὸν, μόνον ἀθανασίαν ἔχοντα, μόνον σοφόν, μόνον ἀγαθόν, μόνον δυνάστην, πάντων κριτήν, διοικητήν, οἰκονόμον, ἄτρεπτον καὶ ἀναλλοίωτον, δίκαιον καὶ ἀγαθόν, νόμου καὶ προφητῶν καὶ καινῆς διαθήκης τοῦτον Θεὸν· γεννήσαντα Υἱὸν μονογενῆ πρὸ χρόνων αἰωνίων, δι οὗ καὶ τοὺς αἰῶνας καὶ τὰ ὅλα πεποίηκε· γεννήσαντα δὲ οὐ δοκήσει, ἀλλὰ ἀληθείᾳ· ὑποστήσαντα ἰδίῳ θελήματι ἄτρεπτον καὶ ἀναλλοίωτον κτίσμα τοῦ Θεοῦ τέλειον, ἀλλ οὐχ ὡς ἓν τῶν κτισμάτων· γέννημα, ἀλλ οὐχ ὡς ἓν τῶν γεγεννημένων, οὐδ ὡς Οὐαλεντῖνοςπροβολὴν τὸ γέννημα τοῦ Πατρὸς ἐδογμάτισεν· οὐδ ὡς Μανιχαῖοςμέρος ὁμοούσιον τοῦ Πατρὸς τὸ γέννημα εἰσηγήσατο· οὐδ ὡς Σαβέλλιος τὴν μονάδα διαιρῶνυἱοπάτορα εἶπεν· οὐδ ὡς Ἱέρακας λύχνον ἀπὸ λύχνου, ὡς λαμπάδα εἰς δύο· οὐδὲ τὸν ὄντα πρότερον, ὕστερον γεννηθέντα, ἐπικτισθέντα εἰς Υἱόν· ὡς καὶ σὺ αὐτός, μακάριε πάπα, κατὰ μέσην τὴν ἐκκλησίαν καὶ ἐν συνεδρίῳ πλειστάκις τοὺς ταῦτα εἰσηγησαμένους ἀπηγόρευσας· ἀλλ’, ὥς φαμεν, θελήματι τοῦ Θεοῦ πρὸ χρόνων καὶ πρὸ αἰώνων κτισθέντα, καὶ τὸ ζῆν καὶ τὸ εἶναι παρὰ τοῦ Πατρὸς εἰληφότα, καὶ τὰς δόξας συνυποστήσαντος αὐτῷ τοῦ Πατρός. Οὐ γὰρ Πατὴρ, δοὺς αὐτῷ πάντων τὴν κληρονομίαν, ἐστέρησεν ἑαυτὸν, ὧν ἀγεννήτως ἔχει ἐν ἑαυτῷ· πηγὴ γάρ ἐστι πάντων. Ὥστε τρεῖς εἰσιν ὑποστάσεις. Καὶ μὲν Θεὸς, αἴτιος τῶν πάντων τυγχάνων, ἔστιν ἄναρχος μονώτατος. δὲ Υἱὸς, ἀχρόνως γεννηθεὶς ὑπὸ τοῦ Πατρὸς, καὶ πρὸ αἰώνων κτισθεὶς καὶ θεμελιωθεὶς, οὐκ ἦν πρὸ τοῦ γεννηθῆναι, ἀλλ ἀχρόνως πρὸ πάντων γεννηθεὶς, μόνος ὑπὸ τοῦ Πατρὸς ὑπέστη. Οὐδὲ γάρ ἐστιν ἀΐδιος, συναΐδιος, συναγέννητος τῷ Πατρί· οὐδὲ ἅμα τῷ Πατρὶ τὸ εἶναι ἔχει, ὥς τινες λέγουσι τὰ πρός τι, δύο ἀγεννήτους ἀρχὰς εἰσηγούμενοι· ἀλλ ὡς μονὰς καὶ ἀρχὴ πάντων, οὕτως Θεὸς πρὸ πάντων ἐστί. Διὸ καὶ πρὸ τοῦ Υἱοῦ ἔστιν· ὡς καὶ παρὰ σοῦ μεμαθήκαμεν κατὰ μέσην τὴν ἐκκλησίαν κηρύξαντος. Καθὸ οὖν παρὰ τοῦ Θεοῦ τὸ εἶναι ἔχει, καὶ τὰς δόξας καὶ τὸ ζῆν, καὶ τὰ πάντα αὐτῷ παρεδόθη, κατὰ τοῦτο ἀρχὴ αὐτοῦ ἐστιν Θεός. Ἄρχει γὰρ αὐτοῦ, ὡς Θεὸς αὐτοῦ καὶ πρὸ αὐτοῦ ὤν. Εἰ δὲ τὸ, ‘ἐξ αὐτοῦ,’ καὶ τὸἐκ γαστρὸς,’ καὶ τὸἐκ τοῦ Πατρὸς ἐξῆλθον καὶ ἥκω,’ ὡς μέρος αὐτοῦ ὁμοουσίου, καὶ ὡς προβολὴ ὑπό τινων νοεῖται, σύνθετος ἔσται Πατὴρ καὶ διαιρετὸς, καὶ τρεπτὸς, καὶ σῶμα κατ αὐτοὺς, καὶ τὸ ὅσον ἐπ αὐτοῖς, τὰ ἀκόλουθα σώματι πάσχων, ἀσώματος Θεός.

Ταῦτα ἀπὸ μέρους ὧν ἤμεσαν ἐκ τῆς ἑαυτῶν αἱρετικῆς καρδίας οἱ περὶ Ἄρειον ἐστιν.