APOPHTHEGMATA PATRUM - A SELECTION

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Apophthegmata Patrum, A selection

Greek text from Migne, PG, Vol. 65.

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site. There are also links to the scanned text of the full work and a full translation.

Click here for information about: 1) the public domain texts and translations used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. Click here for a version of this page which is linked to the Perseus website morphology and lexicon.)

 

Anthony
 

Col. 77. ιγʹ. Ἧν δὲ τις κατὰ τὴν ἔρημον θηρεύων ἄγρια ζῶα, καὶ εἶδε τὸν ἀββᾶν Ἀντώνιον χαριεντιζόμενον μετὰ τῶν ἀδελφῶν. Θέλων δὲ αὐτὸν πληροφορῆσαι γέρων, ὅτι χρὴ μίαν συγκαταβαίνειν τοῖς ἀδελφοῖς λέγει αὐτῷ. Βάλε βέλος εἰς τὸ τόξον σου, καὶ τεῖνον· καὶ ἐποίησεν οὕτως. Λέγει αὐτῷ· Πάλιν τεῖνον· καὶ ἔτεινεν. Καὶ πάλιν φησί· Τεῖνον. Λέγει αὐτῳ θηρευτής· Ἐὰν ὑπὲρ τὸ μέτρον τείνω, κλᾶται τόξον. Λέγει αὐτῷ γέρων· Οὕτως καὶ εἰς τὸ ἔργον τοῦ Θεοῦ· ἐὰν πλεῖον τοῦ μέτρου τείνωμεν κατὰ τῶν ἀδελφῶν, ταχὺ προσρήσσουσι. Χρὴ οὖν μίαν μίαν συγκαταβαίνειν τοῖς ἀδελφοῖς. Ταῦτα ἀκούσας θηρευτής κατενύγη, καὶ πολλὰ ὠφεληθεὶς παρὰ τοῦ γέροντος, ἀπῆλθε· καὶ οἱ ἀδελφοὶ στηριχθέντες ἀνεχώρησαν εἰς τὸν τόπον αὐτῶν.


Col. 80. ιζʹ. Παρέβαλόν ποτε γέροντες τῷ ἀββᾷ Ἀντωνίῳ, καὶ ἦν ἀββᾶς Ἰωσὴφ μετ αὐτῶν. Καὶ θέλων γέρων δοκιμάσαι αὐτοὺς, προεβάλετο ῥῆμα ἐκ τῆς Γραφῆς, καὶ ἤρξατο ἐρωτᾷν ἀπὸ τῶν μικροτέρων, τί ἐστι τὸ ῥῆμα τοῦτο. Καὶ ἕκαστος ἔλεγε κατὰ τὴν ἰδίαν δύναμιν. δὲ γέρων ἑκάστῳ ἔλεγεν· Οὔπω εὗρες. Ὕστερον ὅλων λέγει τῷ ἀββᾷ Ἰωσήφ· Σὺ πῶς λέγεις εἶναι τὸν λόγον τοῦτον; Ἀποκρίνεται· Οὐκ οἶδα. Λέγει οὖν ἀββᾶς Ἀντώνιος· Πάντως ἀββᾶς Ἰωσὴφ εὖρε τὴν ὁδὸν, ὅτι εἶπεν, Οὐκ οἶδα.


Col. 81. ιηʹ. Ἀδελφοὶ παρέβαλον τῷ ἀββᾷ Ἀντωνίῳ ἀπὸ Σκήτεως, καὶ ἐμβάντες εἰς πλοῖον ἀπελθεῖν πρὸς αὐτὸν, εὗρον γέροντα θέλοντα καὶ αὐτὸν ἀπελθεῖν ἐκεῖ. Ἠγνόουν δὲ αὐτὸν οἱ ἀδελφοί. Καὶ καθήμενοι ἐν τῳ πλοίῳ ἐλάλουν λόγους Πατέρων, καὶ ἐκ τῆς Γραφῆς, καὶ πάλιν περὶ ἐργοχείρων ἑαυτῶν. δὲ γέρων ἐσιώπα. Ἐλθόντων δὲ αὐτῶν ἐπὶ τοῦ ὅρμου, εὑρέθη καὶ γέρων ὑπάγων πρὸς τὸν ἀββᾶν Ἀντώνιον. Ὡς δὲ ἦλθον πρὸς αὐτὸν, λέγει αὐτοῖς· Καλὴν συνοδίαν εὕρετε, τὸν γέροντα τοῦτον. Εἶπε δὲ καὶ τῷ γέροντι. Καλοὺς ἀδελφοὺς εὗρες μετὰ σοῦ. ἀββᾶ. Λέγει γέρων. Καλοὶ μὲν εἰσιν, ἀλλ αὐλὴ αὐτῶν οὐκ ἔχει θύραν, καὶ θέλων εἰσέρχεται εἰς τὸν σταῦλον, καὶ λύει τὸν ὄνον. Τοῦτο δὲ ἔλεγεν, ὅτι τὰ ἐρχόμενα εἰς στόμα αὐτῶν λαλοῦσιν.


Col. 81. ιθʹ. Παρέβαλον ἀδελφοὶ τῷ ἀββᾷ Ἀντωνίῳ, καὶ λέγουσιν αὐτῷ. Εἰπὲ ἡμῖν λόγον, πῶς σωθῶμεν; Λέγει αὐτοῖς γέρων· Ἠκούσατε τὴν Γραφήν; καλῶς ὑμῖν ἔχει. Οἱ δὲ εἶπον· Καὶ παρὰ σοῦ θέλομεν ἀκοῦσαι, Πάτερ. Εἶπε δὲ αὐτοῖς γέρων· Λέγει τὸ Εὐαγγέλιον· Ἐὰν τὶς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην. Λέγουσιν αὐτῷ· Οὐ δυνάμεθα τοῦτο ποιῆσαι. Λέγει αὐτοῖς γέρων· Εἰ μὴ δύνασθε στρέψαι καὶ τὴν ἄλλην, κἂν τὴν μίαν ὑπομείνατε. Λέγουσιν αὐτῷ· Οὐδὲ τοῦτο δυνάμεθα. Λέγει γέρων· Εἰ οὐδὲ τοῦτο δύνασθε, μὴ δότε ἀνθ οὗ ἐλάβετε. Καὶ εἶπον· Οὐδὲ τοῦτο δυνάμεθα. Λέγει οὖν γέρων τῷ μαθητῇ αὐτοῦ· Ποίησον αὐτοῖς μικρὰν ἀθήραν· ἀσθενοῦσι γάρ. Εἰ τοῦτο οὐ δύνασθε, κἀκεῖνο οὐ θέλετε, τί ὑμῖν ποιήσω· Εὐχῶν χρεία.


Arsenius


Col. 88. εʹ. Εἶπέ τις τῷ μακαρίῳ Ἀρσενίῳ· Πῶς ἡμεῖς ἀπὸ τοσαύτης παιδεύσεως καὶ σοφίας οὐδὲν ἔχομεν, οὗτοι δὲ οἱ ἀγροῖκοι καὶ Αἰγύπτιοι τοσαύτας ἀρετὰς κέκτηνται; Λέγει αὐτῷ ἀββᾶς Ἀρσένιος· Ἡμεῖς ἀπὸ τῆς τοῦ κόσμου παιδεύσεως οὐδὲν ἔχομεν· οὗτοι δὲ οἱ ἀγροῖκοι καὶ Αἰγύπτιοι ἀπὸ τῶν ἰδίων πόνων ἐκτήσαντο τὰς ἀρετάς.

 

Col. 92. ιθʹ. Εἶπε πάλιν ὅτι ὡς ἤκουεν ὅτι ἐτελέσθη πᾶν γένος ὀπώρας, ἔλεγεν ἀφ ἑαυτοῦ· Φέρετέ μοι. Καὶ ἐγεύετο ἅπαξ μόνον ἀπὸ πάντων μικρὸν εὐχαριστῶν τῷ Θεῷ.

 

Col. 93. κβʹ. Ἠρώτησεν ἀββᾶς Μάρκος τὸν ἀββᾶν Ἀρσένιον λέγων· Καλὸν τὸ μὴ ἔχειν τινὰ ἐν τῷ κελλίῳ αὐτοῦ παράκλησιν· εἶδον γὰρ ἀδελφόν τινα ἔχοντα μικρὰ λάχανα, καὶ ἐκριζοῦντα αὐτά. Καὶ εἶπεν ἀββᾶς Ἀρσένιος· Καλὸν μὲν ἐστιν, ἀλλὰ πρὸς τὴν ἔξιν τοῦ ἀνθρώπου· ἐὰν γὰρ μὴ ἔχῃ ἰσχὺν ἐν τῷ τοιούτῳ τρόπῳ, πάλιν φυτεύει ἄλλα.


Theophilus the Archbishop/Pambo


Col. 197. βʹ. αὐτὸς ἀββᾶς Θεόφιλος ἀρχιεπίσκοπος παρέβαλέ ποτε εἰς τὴν Σκῆτιν. Συναχθέντες δὲ οἱ ἀδελφοὶ εἶπον τῷ ἀββᾷ Παμβώ· Εἰπὲ ἕνα λόγον τῷ Πάπᾳ, ὅπως ὠφεληθῇ. Λέγει αὐτοῖς γέρων· Εἰ οὐκ ὠφελεῖται ἐν τῇ σιωπῇ μου, οὐδὲ ἐν τῷ λόγῳ μου ὠφεληθῆναι ἔχει.


John the Dwarf


Col. 204. αʹ. Διηγήσαντο περὶ τοῦ ἀββᾶ Ἰωάννου τοῦ κολοβοῦ, ὅτι ἀναχωρήσας πρὸς Θηβαῖον γέροντα εἰς Σκῆτιν, ἐκάθητο ἐν τῇ ἐρήμῳ. Λαβὼν δὲ ἀββᾶς αὐτοῦ ξύλον ξηρὸν, ἐφύτευσε καὶ εἶπεν αὐτῷ: Καθ ἡμέραν πότιζε τοῦτο λαγύνιον ὕδατος, ἕως καρπὸν ποιήσει. Ἦν δὲ μακρὰν ἀπ αὐτῶν τὸ ὕδωρ, ὡς ἀπὸ ὀψὲ ἀπελθεῖν καὶ ἐλθεῖν πρωΐ. Μετὰ δὲ τρία ἔτη, ἔζησε καὶ καρπὸν ἐποίησε: καὶ λαβὼν γέρων τὸν καρπὸν αὐτοῦ ἤνεγκεν εἰς τὴν ἐκκλησίαν, λέγων τοῖς ἀδελφοῖς· Λάβετε, φάγετε καρπὸν ὑπακοῆς.

 

Col. 204. βʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἰωάννου τοῦ κολοβοῦ, ὅτι εἶπέ ποτε τῷ ἀδελφῷ αὐτοῦ τῷ μειζοτέρῳ· Ἤθελον ἀμέριμνος εἶναι, ὡς οἱ ἄγγελοι ἀμέριμνοί εἰσι, μηδὲν ἐργαζόμενοι, ἀλλ ἀδιαλείπτως λατρεύοντες τῷ Θεῷ. Καὶ ἀποδυσάμενος τὸ ἱμάτιον, ἐξῆλθεν εἰς τὴν ἔρημον· καὶ ποιήσας ἑβδομάδα μίαν, ἀνέκαμψε πρὸς τὸν ἀδελφὸν αὐτοῦ. Καὶ ὡς ἔκρουσε τὴν θύραν, ὑπήκουσεν αὐτῷ πρὶν ἀνοίξει, λέγων· Σὺ τίς εἶ; δὲ εἶπεν· Ἐγώ εἰμι Ἰωάννης ἀδελφός σου. Καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ· Ἰωάννης γέγονεν ἄγγελος, καὶ οὐκ ἔτι ἐν ἀνθρώποις ἐστίν. δὲ παρεκάλει, λέγων· Ἐγώ εἰμι. Καὶ οὐκ ἤνοιξεν αὐτῷ, ἀλλ ἀφῆκεν αὐτὸν ἕως πρωῒ θλίβεσθαι· ὕστερον δὲ ἀνοίξας αὐτῷ, λέγει· Ἄνθρωπος εἶ, χρείαν ἔχεις πάλιν ἐργάζεσθαι ἵνα τραφῇς. Καὶ ἔβαλε μετάνοιαν, λέγων· Συγχώρησόν μοι.


Col. 205. ζʹ. Εὐκαίρησάν τινες γέροντες εἰς Σκῆτιν ἐσθίοντες μετ ἀλλήλων· ἦν δὲ μετ αὐτῶν καὶ ἀββᾶς Ἰωάννης. Καὶ ἀνέστη τις πρεσβύτερος μέγας δοῦναι τὸ καυκάλιον τοῦ νεροῦ· καὶ οὐδεὶς κατεδέξατο λαβεῖν αὐτὸ παρ αὐτοῦ, εἰ μὴ μόνος Ἰωάννης κολοβός. Ἐθαύμασαν οὖν, καὶ εἶπον αὐτῷ· Πῶς σὺ μικρότερος ὅλως ὢν ἐτόλμησας ὑπηρετηθῆναι παρὰ τοῦ πρεσβυτέρου· Καὶ λέγει αὐτοῖς· Ἐγὼ ὅτε ἐγείρομαι δοῦναι τὸ βαυκάλιον, χαίρω ἐὰν πάντες λάβωσιν, ἵνα ἔχω μισθόν· κἀγὼ οὖν διὰ τοῦτο ἐδεξάμην, ἵνα ποιήσω αὐτῷ μισθόν· μήπως λυπηθῇ, ὡς μηδενὸς δεξαμένου παρ αὐτοῦ. Καὶ ταῦτα αὐτοῦ εἰπόντος, ἐθαύμασαν καὶ ὠφελήθησαν ἐπὶ τῇ διακρίσει αὐτοῦ.


Col. 208. ιʹ. Ἦλθόν ποτέ τινες τῶν ἀδελφῶν πειράσαι αὐτόν· ὅτι οὐκ ἤφιε τὸν λογισμὸν αὐτοῦ ῥεμβασθῆναι, οὐδὲ ἐλάλει πρᾶγμα τοῦ αἰῶνος τούτου· καὶ λέγουσιν αὐτῷ· Εὐχαριστοῦμεν τῷ Θεῷ, ὅτι ἔβρεξεν ἐπ ἔτος πολλά, καὶ ἔπιον οἱ φοίνικες, καὶ ἐκβάλλουσι λευκάδας, καὶ εὑρίσκουσιν οἱ ἀδελφοὶ τὸ ἐργόχειρον αὐτῶν. Λέγει αὐτοῖς ἀββᾶς Ἰωάννης· Οὕτως ἐστὶ τὸ Πνεῦμα τὸ ἅγιον· ὅταν καταβῇ εἰς τὰς καρδίας τῶν ἀνθρώπων, ἀνανεοῦνται, καὶ ἐκβάλλουσι λευκάδας ἐν τῷ φόβῳ τοῦ Θεοῦ.


Col. 208. ιβʹ. Εἶπεν ἀββᾶς Ἰωάννης, ὅτι Ομοιός εἰμι ἀνθρώπῳ καθημένῳ ὑποκάτω δένδρου μεγάλου, καὶ θεωροῦντι θηρία πολλὰ καὶ ἑρπετὰ ἐρχόμενα πρὸς αὐτόν· καὶ ὅταν μὴ δυνηθῇ στῆναι κατ αὐτῶν, τρέχει ἄνω εἰς τὸ δένδρον, καὶ σώζεται. Οὕτως κἀγώ· καθέζομαι ἐν τῷ κελλίῳ μου, καὶ θεωρῶ τοὺς πονηροὺς λογισμοὺς ἐπάνω μου· καὶ ὅτε μὴ ἰσχύσω πρὸς αὐτοὺς, καταφεύγω πρὸς τὸν Θεὸν διὰ τῆς προσευχῆς, καὶ σώζομαι ἐκ τοῦ ἐχθροῦ.


Col. 208. ιγʹ. Εἶπεν ἀββᾶς Ποιμὴν περὶ τοῦ ἀββᾶ Ἰωάννου τοῦ κολοβοῦ, ὅτι παρεκάλεσε τὸν Θεὸν, καὶ ἦρθη τὰ πάθη ἀπ αὐτοῦ, καὶ γέγονεν ἀμέριμνος. Καὶ ἀπελθὼν, εἶπέ τινι γέροντι· Ὁρῶ ἐμαυτὸν ἀναπαυόμενον, καὶ μηδένα πόλεμον ἔχοντα. Καὶ λέγει αὐτῷ γέρων· Ὕπαγε, παρακάλεσον τὸν Θεὸν, ὥστε τὸν πόλεμόν σοι ἐλθεῖν, καὶ ἣν εἶχες πρότερον συντριβὴν καὶ ταπείνωσιν· διὰ γὰρ τῶν πολέμων προκόπτει ψυχή. Παρεκάλεσεν οὖν, καὶ ἐλθόντος τοῦ πολέμου, οὐκ ἔτι εὔξατο ἀρθῆναι αὐτὸν ἀπ αὐτοῦ, ἀλλ ἔλεγε· Δός μοι, Κύριε, ὑπομονὴν ἐν τοῖς πολέμοις.


Col. 209. ιηʹ. Γέρων τις ἦν ἐν Σκήτει, πονικὸς μὲν ἐν τῷ σωματικῷ, οὐκ ἀκριβὴς δὲ ἐν τοῖς λογισμοῖς. Ἀπῆλθεν οὖν πρὸς τὸν ἀββᾶν Ἰωάννην, ἐρωτῆσαι αὐτὸν περὶ τῆς λήθης· καὶ ἀκούσας παρ αὐτοῦ λόγον, ὑπέστρεψεν εἰς τὴν κέλλαν αὐτοῦ, καὶ ἐπελάθετο εἶπεν αὐτῷ ἀββᾶς Ἰωάννης. Καὶ ἀπῆλθε πάλιν ἐρωτῆσαι αὐτόν· ἀκούσας δὲ παρ αὐτοῦ ὁμοίως τὸν λόγον, ὑπέστρεψεν. Ὡς δὲ ἔφθασε τὸ ἴδιον κελλίον πάλιν ἐπελάθετο, καὶ οὕτω δὲ πλειστάκις ἀπερχόμενος, ἐν τῷ ὑποστρέφειν κατακυριεύετο ὑπὸ τῆς λήθης. Μετὰ δὲ ταῦτα ἀπαντήσας τῷ γέροντι, εἶπεν· Οἶδας, ἀββᾶ, ὅτι ἐπελαθόμην πάλιν μοι εἴρηκας; ἀλλ ἵνα μὴ ὀχλήσω σοι, οὐκ ἦλθον. Λέγει αὐτῷ ἀββᾶς Ἰωάννης· Ὕπαγε, ἅψον λύχνον. Καὶ ἧψεν. Εἶπε καὶ αὐτῷ πάλιν· Φέρε ἄλλους λύχνους, καὶ ἅψον ἐξ αὐτοῦ. Ἐποίησε δὲ ὁμοίως. Καὶ εἶπεν ἀββᾶς Ἰωάννης τῷ γέροντι· Μή τί ποτε ἐβλάβη λύχνος, ὅτι ἀνήψας ἐξ αὐτοῦ τοὺς ἄλλους λύχνους; Λέγει· Οὐχί. Εἶπε δὲ γέρων· Οὕτως οὐδὲ Ἰωάννης· ἐὰν Σκῆτις ἔρχηται πρὸς μὲ ὅλη, οὐ μή με ἐμποδίσει ἀπὸ τῆς χάριτος τοῦ Χριστοῦ. Τοίνυν, ὅτε θέλεις, ἔρχου, μηδὲν διακρινόμενος. Καὶ οὕτω δι ὑπομονῆς ἀμφοτέρων, ἦρε τὴν λήθην Θεὸς ἀπὸ τοῦ γέροντος. Αὕτη δὲ ἦν ἐργασία τῶν Σκητιωτῶν, διδόναι προθυμίαν τοῖς πολεμουμένοις· καὶ βιαζομένους ἑαυτοὺς εἰς τὸ κερδῆσαι ἀλλήλους εἰς τὸ ἀγαθόν.


Poimen (Shepherd)


Col. 328. κγʹ. Εἶπεν ἀββᾶς Ποιμήν· Ἐὰν ἁμαρτήσῃ ἄνθρωπος, καὶ ἀρνήσηται, λέγων, Οὐχ ἥμαρτον, μὴ ἐλέγξῃς αὐτόν· εἰ δὲ μήγε, ἐκκόπτεις αὐτοῦ τὴν προθυμίαν. Ἐὰν δὲ εἴπῃς αὐτῷ· Μὴ ἀθυμήσῃς, ἀδελφὲ, ἀλλὰ φύλαξαι τοῦ λοιποῦ, διεγείρεις αὐτοῦ τὴν ψυχὴν πρὸς μετάνοιαν.

 

Sarah

 

Col. 420. δʹ. Ἄλλοτε ἦλθον δύο γέροντες ἀναχωρηταὶ μεγάλοι ἀπὸ τῶν μερῶν τοῦ Πηλουσίου πρὸς αὐτήν· καὶ ἀπερχόμενοι ἔλεγον πρὸς ἀλλήλους· Ταπεινώσωμεν τὴν γραΐδα ταύτην. Καὶ λέγουσιν αὐτῇ· Βλέπε μὴ ἐπαρθῇ λογισμός σου, καὶ εἴπῃς, ὅτι Ἰδοὺ οἱ ἀναχωρηταὶ πρὸς μὲ ἔρχονται γυναῖκα οὖσαν. Λέγει αὐτοῖς ἀμμᾶς Σάῤῥα· Τῇ μὲν φύσει γυνή εἰμι, ἀλλ οὐ τῷ λογισμῷ.

 

Syncletica

 

Col. 421. αʹ. Εἶπεν ἀμμᾶς Συγκλητική· Ἀγών ἐστι καὶ κόπος πολὺς τοῖς προσερχομένοις τῷ Θεῷ, τὰ πρῶτα· ἔπειτα δὲ, χαρὰ ἀνεκλάλητος. Ὥσπερ γὰρ οἱ πῦρ ἐξάψαι βουλόμενοι, πρῶτον καπνίζονται καὶ δακρύουσι, καὶ οὕτως τοῦ ζητουμένου ἐπιτυγχάνουσι (καὶ γάρ φησιν, Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστίν οὕτως δεῖ καὶ ἡμᾶς εἰς ἑαυτοὺς τὸ θεῖον ἐξάψαι πῦρ μετὰ δακρύων καὶ πόνων.

 

Col. 421. ϛʹ. Εἶπε πάλιν· Ἐὰν ἐν κοινοβίῳ τυγχάνῃς, μὴ μεταλλάξῃς τὸν τόπον· βλαβήσῃ γὰρ μεγάλως. Ὥσπερ γὰρ ὄρνις, ἐξανισταμένη τῶν ὠῶν, οὔρια ταῦτα καὶ ἄγονα παρασκευάζει· οὕτως καὶ μοναχὸς παρθένος ψύγεται καὶ νεκροῦται τῆς πίστεως, τόπον ἐκ τόπου περιερχόμενος.