PROTOEVANGELIUM OF JAMES - PAGE 4 OF 5

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

The Nativity of Christ
Greek text is mainly based on Papyrus Bodmer 5 (but note that there are significant omissions in this manuscript).

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

                       « Previous part of text  -  Next part of text »

20. Καὶ εἰσῆλθεν μαῖα καὶ εἶπεν τῇ Μαρίᾳ· «Σχημάτισον σεαυτήν· οὐ γὰρ μικρὸς ἀγὼν πρόκειται περὶ σοῦ Καὶ ἠραύνησε Σαλώμη τὴν φύσιν αὐτῆς. Καὶ ἀνηλάλαξεν Σαλώμη καὶ εἶπεν· «Οὐαὶ τῇ ἀνομίᾳ μου καὶ τῇ ἀπιστίᾳ μου, ὅτι ἐξεπείρασα Θεὸν ζῶντα. Καὶ ἰδοὺ χείρ μου πυρὶ ἀποπίπτει ἀπ' ἐμοῦ Καὶ ἔκλινεν τὰ γόνατα πρὸς τὸν Δεσπότην Σαλώμη λέγουσα· « Θεὸς τῶν πατέρων μου, μνήσθητί μου ὅτι σπέρμα εἰμὶ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. Μὴ παραδειγματίσῃς με τοῖς υἱοῖς Ἰσραήλ, ἀλλὰ ἀπόδος με τοῖς πένησιν. Σὺ γὰρ οἶδας, Δέσποτα, ὅτι ἐπὶ τῷ σῷ ὀνόματι τὰς θεραπείας ἐπετέλουν καὶ τὸν μισθόν μου παρὰ σοῦ ἐλάμβανον Καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη λέγων πρὸς αὐτήν· «Σαλώμη Σαλώμη, ἐπήκουσεν πάντων Δεσπότης τῆς δεήσεώς σου. Προσένεγκε τὴν χεῖρά σου τῷ παιδίῳ καὶ βάσταξον αὐτό, καὶ ἔσται σοι σωτηρία καὶ χαρά Καὶ προσῆλθεν Σαλώμη καὶ ἐβάσταξεν αὐτὸ λέγουσα· «Προσκυνήσω αὐτῷ, ὅτι οὗτος ἐγεννήθη βασιλεὺς τῷ Ἰσραήλ Καὶ ἰδοὺ παραχρῆμα ἰάθη Σαλώμη καὶ ἐξῆλθεν ἐκ τοῦ σπηλαίου δεδικαιωμένη. Καὶ ἰδοὺ φωνὴ λέγουσα· «Σαλώμη Σαλώμη, μὴ ἀναγγείλῃς ὅσα εἶδες παράδοξα ἕως ἂν ἔλθῃ παῖς εἰς Ἱεροσάλημα

21. Καὶ ἰδοὺ Ἰωσὴφ ἡτοιμάσθη τοῦ ἐξελθεῖν ἐν τῇ Ἰουδαίᾳ, καὶ θόρυβος ἐγένετο μέγας ἐν Βηθλὲμ τῆς Ἰουδαίας. Ἤλθωσαν γὰρ μάγοι λέγοντες· «Ποῦ ἐστιν τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; Εἴδομεν γὰρ τὸν ἀστέρα αὐτοῦ ἐν τῇ ἀνατολῇ καὶ ἤλθαμεν προσκυνῆσαι αὐτῷ Καὶ ἀκούσας Ἡρώδης ἐταράχθη καὶ ἔπεμψεν ὑπηρέτας πρὸς τοὺς μάγους· καὶ μετεπέμψατο καὶ τοὺς ἀρχιερεῖς καὶ ἀνέκρινεν αὐτοὺς ἐν τῷ πραιτωρίῳ αὐτοῦ λέγων αὐτοῖς· «Πῶς γέγραπται περὶ τοῦ Χριστοῦ; Ποῦ γεννᾶται;» Λέγουσιν αὐτῷ· «Ἐν Βηθλεὲμ τῆς Ἰουδαίας· οὕτως γὰρ γέγραπται Καὶ ἀπέλυσεν αὐτούς. Καὶ ἀνέκρινεν τοὺς μάγους λέγων αὐτοῖς· «Τί εἴδετε σημεῖον ἐπὶ τὸν γεννηθέντα βασιλέα;» Καὶ εἶπον οἱ μάγοι· «Εἴδομεν ἀστέρα παμμεγέθη λάμψαντα ἐν τοῖς ἄστροις τούτοις καὶ ἀμβλύναντα αὐτούς, ὥστε τοὺς ἀστέρας μὴ φαίνεσθαι. Καὶ οὕτως ἔγνωμεν ὅτι βασιλεὺς ἐγεννήθη τῷ Ἰσραήλ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ Καὶ εἶπεν αὐτοῖς Ἡρώδης· «Ὑπάγετε καὶ ζητήσατε, καὶ ἐὰν εὕρητε ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ Καὶ ἐξῆλθον οἱ μάγοι. Καὶ ἰδοὺ ὃν εἶδον ἀστέρα ἐν τῇ ἀνατολῇ προῆγεν αὐτοὺς ἕως εἰσῆλθαν ἐν τῷ σπηλαίῳ, καὶ ἔστη ἐπὶ τὴν κεφαλὴν τοῦ παιδίου. Καὶ ἰδόντες οἱ μάγοι ἑστῶτα μετὰ τῆς μητρὸς αὐτοῦ Μαρίας, ἐξέβαλον ἀπὸ τῆς πήρας αὐτῶν δῶρα χρυσὸν καὶ λίβανον καὶ σμύρναν. Καὶ χρηματισθέντες ὑπὸ τοῦ ἀγγέλου μὴ εἰσελθεῖν εἰς τὴν Ἰουδαίαν, διὰ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.

22. Τότε Ἡρώδης ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων ὀργισθεὶς ἔπεμψεν αὐτοῦ τοὺς φονευτὰς λέγων αὐτοῖς ἀνελεῖν πάντα τὰ βρέφη ἀπὸ διετίας καὶ κάτω. Καὶ ἀκούσασα Μαρία ὅτι τὰ βρέφη ἀναιρεῖται, φοβηθεῖσα ἔλαβεν τὸν παῖδα καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἔβαλεν ἐν φάτνῃ βοῶν. δὲ Ἐλισάβεδ ἀκούσασα ὅτι Ἰωάνης ζητεῖται, λαβομένη αὐτὸν ἀνέβη ἐν τῇ ὀρεινῇ· καὶ περιεβλέπετο ποῦ αὐτὸν ἀποκρύψῃ, καὶ οὐκ ἔνι τόπος ἀπόκρυφος. Τότε στενάξασα Ἐλισάβεδ λέγει· «Ὄρος Θεοῦ, δέξαι με μητέρα μετὰ τέκνου Οὐ γὰρ ἐδύνατο Ἐλισάβεδ ἀναβῆναι. Καὶ παραχρῆμα ἐδιχάσθη τὸ ὄρος καὶ ἐδέξατο αὐτήν. Καὶ ἦν διαφαῖνον αὐτοῖς φῶς· ἄγγελος γὰρ Κυρίου ἦν μετ' αὐτῶν διαφυλάσσων αὐτούς.

                       « Previous part of text  -  Next part of text »

counter hit make