PROTOEVANGELIUM OF JAMES - PAGE 1 OF 5

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

 

The Nativity of Christ
Greek text is mainly based on Papyrus Bodmer 5 (but note that there are significant omissions in this manuscript).

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

The first ten chapters are omitted below.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

                        Next part of text »

11. Καὶ ἔλαβεν τὴν κάλπιν καὶ ἐξῆλθεν γεμίσαι ὕδωρ. Καὶ ἰδοὺ αὐτῇ φωνὴ λέγουσα· «Χαῖρε, κεχαριτωμένη· Κύριος μετὰ σοῦ· εὐλογημένη σὺ ἐν γυναιξίν Καὶ περιέβλεπεν τὰ δεξιὰ καὶ τὰ ἀριστερὰ Μαρία πόθεν αὕτη εἴη φωνή. Καὶ ἔντρομος γενομένη εἰσῄει εἰς τὸν οἶκον αὐτῆς καὶ ἀναπαύσασα τὴν κάλπιν ἔλαβεν τὴν πορφύραν καὶ ἐκάθισεν ἐπὶ τῷ θρόνὼ καὶ ἧλκεν τὴν πορφύραν. Καὶ ἰδοὺ ἔστη ἄγγελος ἐνώπιον λέγων· «Μὴ φοβοῦ, Μαρία· εὗρες γὰρ χάριν ἐνώπιον τοῦ πάντων Δεσπότου. Συνλήμψῃ ἐκ Λόγου αὐτοῦ δὲ ἀκούσασα Μαρία διεκρίθη ἐν ἑαυτῇ λέγουσα· «Ἐγὼ συνλήμψομαι ἀπὸ Κυρίου Θεοῦ ζῶντος ὡς πᾶσα γυνὴ γεννᾷ;» Καὶ ἰδοὺ ἄγγελος ἔστη αὐτῇ λέγων αὐτῇ· «Οὐχ οὕτως, Μαρία. Δύναμις γὰρ Θεοῦ ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς Ὑψίστου. Καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει λαὸν αὐτοῦ ἐκ τῶν ἁμαρτιῶν αὐτῶν Καὶ εἶπε Μαρία· «Ἰδοὺ δούλη Κυρίου κατενώπιον αὐτοῦ. Γένοιτό μοι κατὰ τὸ ῥῆμά σου

12. Καὶ ἐποίησεν τὴν πορφύραν καὶ τὸ κόκκινον, καὶ ἀνήνεγκεν τῷ ἱερεῖ. Καὶ λαβὼν ἱερεὺς εὐλόγησεν αὐτὴν καὶ εἶπεν· «Μαρία, ἐμεγάλυνεν σε Κύριος Θεὸς τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλογημένη ἐν πάσαις ταῖς γενεαῖς τῆς γῆς Χαρὰν δὲ λαβοῦσα Μαρία ἀπῄει πρὸς τὴν συγγενίδα αὐτῆς Ἐλισάβεδ καὶ ἔκρουσεν πρὸς τὴν θύραν. Καὶ ἀκούσασα Ἐλισάβεδ ἔρριψεν τὸ κόκκινον καὶ ἔδραμεν πρὸς τὴν θύραν καὶ ἤνοιξεν αὐτῇ καὶ εὐλόγησεν αὐτὴν καὶ εἶπεν· «Πόθεν μοι ἵνα μήτηρ τοῦ Κυρίου ἔλθῃ πρὸς ἐμέ; Ἰδοὺ γὰρ τὸ ἐν ἐμοὶ ἐσκίρτησεν καὶ εὐλόγησέν σε δὲ Μαρία ἐπελάθετο τῶν μυστηρίων ὧν ἐλάλησεν Γαβριὴλ ἄγγελος. Καὶ ἠτένισεν εἰς τὸν οὐρανὸν καὶ εἶπεν· «Τίς εἰμι ἐγὼ ὅτι ἰδοὺ πᾶσαι αἱ γυναῖκες τῆς γῆς μακαριοῦσίν με;» Καὶ ἐποίησεν τρεῖς μῆνας πρὸς τὴν Ἐλισάβεδ. Καὶ ἡμέρᾳ ἀφ' ἡμέρας γαστὴρ αὐτῆς ὠγκοῦτο. Φοβηθεῖσα Μαρία ἦλθεν ἐν τῷ οἴκῳ αὐτῆς καὶ ἔκρυβεν αὑτὴν ἀπὸ τῶν υἱῶν Ἰσραήλ. Ἦν δὲ ἐτῶν δέκα ἓξ, ὅτε ταῦτα τὰ μυστήρια ἐγέινετο αὐτῇ.

13. Ἐγένετο δὲ αὐτῇ ϛἕκτος μήν, καὶ ἰδοὺ ἦλθεν Ἰωσὴφ ἀπὸ τῶν οἰκοδομῶν αὐτοῦ καὶ εἰσῆλθεν ἐν τῷ οἴκῳ καὶ εὗρεν αὐτὴν ὠγκωμένην. Καὶ ἔτυψεν τὸ πρόσωπον αὐτοῦ καὶ ἔρριψεν αὑτὸν χαμαὶ ἐπὶ τὸν σάκκον καὶ ἔκλαυσεν πικρῶς λέγων· «Ποίῳ προσώπῳ ἀτενίσω πρὸς Κύριον τὸν Θεόν; Τί ἄρα εὔξωμαι περὶ αὐτῆς; Ὅτι παρθένον παρέλαβον ἐκ ναοῦ Κυρίου τοῦ Θεοῦ καὶ οὐκ ἐφύλαξα αὐτήν. Τίς θηρεύσας με; Τίς τὸ πονηρὸν τοῦτο ἐποίησεν ἐν τῷ οἴκῳ μου καὶ ἐμίανεν αὐτήν; Μήτι ἐν ἐμοὶ ἀνεκεφαλαιώθη ἱστορία τοῦ Ἀδάμ; Ὥσπερ γὰρ Ἀδὰμ ἦν ἐν τῇ ὥρᾳ τῆς δοξολογίας αὐτοῦ καὶ ἦλθεν ὄφις καὶ εὗρεν τὴν Εὔαν μόνην καὶ ἐξηπάτησεν αὐτὴν καὶ ἐμίανεν αὐτήν, οὕτως κἀμοὶ συνέβη Καὶ ἀνέστη Ἰωσὴφ ἀπὸ τοῦ σάκκου καὶ ἐκάλεσεν αὐτὴν καὶ εἶπεν αὐτῇ· «Μεμελημένη Θεῷ, τί τοῦτο ἐποίησας; Ἐπελάθου Κυρίου τοῦ Θεοῦ σου; Τί ἐταπείνωσας τὴν ψυχήν σου, ἀνατραφεῖσα εἰς τὰ ἅγια τῶν ἁγίων καὶ τροφὴν λαμβάνουσα ἐκ χειρὸς ἀγγέλου;» δὲ ἔκλαυσεν πικρῶς λέγουσα καθότι «Καθαρά εἰμι ἐγὼ καὶ ἄνδρα οὐ γινώσκω Καὶ εἶπεν αὐτῇ Ἰωσήφ· «Πόθεν οὖν τοῦτό ἐστιν ἐν τῇ γαστρί σου;» δὲ εἶπεν· «Ζῇ Κύριος Θεός μου καθότι οὐ γινώσκω πόθεν ἐστὶν ἐν ἐμοί

                       Next part of text »

counter hit make