EUSEBIUS - LETTER TO HIS CHURCH ON THE CREED OF NICAEA

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Socrates - Historia Ecclesiastica, 1. 8

Greek text from Migne PG, Vol. 67, Cols. 69 - 77. (The letter is also found in Theodoret HE, 1.9.2 -13.)

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.
A large number of complete Greek texts (all those in Migne) and translations of Eusebius (where available online) can also be accessed through the website and seen alongside each other.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

Τὰ περὶ τῆς ἐκκλησιαστικῆς πίστεως πραγματευθέντα κατὰ τὴν μεγάλην σύνοδον τὴν ἐν Νικαίᾳ συγκροτηθεῖσαν, εἰκὸς μὲν καὶ ὑμᾶς, ἀγαπητοὶ, μεμαθηκέναι, τῆς φήμης προτρέχειν εἰωθυίας τὸν περὶ τῶν πραττομένων ἀκριβῆ λόγον. Ἀλλ ἵνα μὴ ἐκ μόνης τοιαύτης ἀκοῆς τὰ τῆς ἀληθείας ἑτεροίως ὑμῖν ἀπαγγέλληται, ἀναγκαίως διεπεμψάμεθα ὑμῖν πρῶτον μὲν τὴν ὑφ ἡμῶν προτεθεῖσαν περὶ τῆς πίστεως γραφὴν, ἔπειτα τὴν δευτέραν, ἣν ταῖς ἡμετέραις φωναῖς προσθήκας ἐπιβαλόντες ἐκδεδώκασι. Τὸ μὲν οὖν παρ ἡμῶν γράμμα, ἐπὶ παρουσίᾳ τοῦ θεοφιλεστάτου ἡμῶν βασιλέως ἀναγνωσθὲν, εὖ τε ἔχειν καὶ δοκίμως ἀποφανθὲν, τοῦτον ἔχει τὸν τρόπον· Καθὼς παρελάβομεν παρὰ τῶν πρὸ ἡμῶν ἐπισκόπων, καὶ ἐν τῇ κατηχήσει, καὶ ὅτε τὸ λουτρὸν ἐλαμβάνομεν, καὶ καθὼς ἀπὸ τῶν θείων Γραφῶν μεμαθήκαμεν, καὶ ὡς ἐν τῷ πρεσβυτερίῳ, καὶ ἐν αὐτῇ τῇ ἐπισκοπῇ ἐπιστεύσαμέν τε καὶ ἐδιδάσκομεν, οὕτω καὶ νῦν πιστεύοντες, τὴν ἡμετέραν πίστιν ὑμῖν προσαναφέρομεν. Ἔστι δὲ αὕτη· Πιστεύομεν εἰς ἕνα Θεὸν, Πατέρα παντοκράτορα, τὸν τῶν ἁπάντων ὁρατῶν τε καὶ ἀοράτων Ποιητήν· καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν, τὸν τοῦ Θεοῦ Λόγον, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτὸς, ζωὴν ἐκ ζωῆς, Υἱὸν μονογενῆ, πρωτότοκον πάσης κτίσεως, πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ Θεοῦ Πατρὸς γεγεννημένον· δι οὗ καὶ ἐγένετο τὰ πάντα, τὸν διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθέντα, καὶ ἐν ἀνθρώποις πολιτευσάμενον· καὶ παθόντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ· καὶ ἀνελθόντα πρὸς τὸν Πατέρα, καὶ ἥξοντα πάλιν ἐν δόξῃ κρῖναι ζῶντας καὶ νεκρούς. Πιστεύομεν καὶ εἰς ἓν Πνεῦμα Ἅγιον. Τούτων ἕκαστον εἶναι καὶ ὑπάρχειν πιστεύοντες, Πατέρα ἀληθῶς Πατέρα, καὶ Υἱὸν ἀληθῶς Υἱὸν, καὶ Πνεῦμα Ἅγιον ἀληθὼς Ἅγιον Πνεῦμα· καθὼς καὶ Κύριος ἡμῶν ἀποστέλλων εἰς τὸ κήρυγμα τοὺς ἑαυτοῦ μαθητὰς, εἶπε· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Περὶ ὧν καὶ διαβεβαιούμεθα οὕτως ἔχειν, καὶ οὕτω φρονεῖν, καὶ πάλαι οὕτως ἐσχηκέναι, καὶ μέχρι θανάτου οὕτω σχήσειν, καὶ ἐν αὐτῇ ἐνίστασθαι τῇ πίστει, ἀναθεματίζοντες πᾶσαν αἵρεσιν ἄθεον. Ταῦτα ἀπὸ καρδίας καὶ ψυχῆς πάντα πεφρονηκέναι, ἐξ οὗπερ ἴσμεν ἑαυτοὺς, καὶ νῦν φρονεῖν τε καὶ λέγειν ἐξ ἀληθείας, ἐπὶ τοῦ Θεοῦ τοῦ παντοκράτορος, καὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μαρτυρούμεθα, δεικνύναι ἔχοντες δι ἀποδείξεων, καὶ πείθειν ὑμᾶς, ὅτι καὶ τοὺς παρελθόντας χρόνους οὕτως ἐπιστεύομέν τε καὶ ἐκηρύσσομεν ὁμοίως. Ταύτης ὑφ ἡμῶν ἐκτεθείσης τῆς πίστεως, οὐδενὶ παρῆν ἀντιλογίας τόπος. Ἀλλ αὐτός τε πρῶτος θεοφιλέστατος ἡμῶν βασιλεὺς, ὀρθότατα περιέχειν αὐτὴν ἐμαρτύρησεν· οὕτω τε καὶ ἑαυτὸν φρονεῖν ἐμαρτύρατο, καὶ ταύτῃ τοὺς πάντας συγκαταθέσθαι, καὶ ὑπογράφειν τοῖς δόγμασι, καὶ συμφωνεῖν τούτοις αὐτοῖς παρεκελεύετο, ἑνὸς μόνου προσεγγραφέντος ῥήματος τοῦ ὁμοουσίου. καὶ αὐτὸς ἡρμήνευσε λέγων, ὅτι μὴ κατὰ τὰ τῶν σωμάτων πάθη λέγοι τὸ ὁμοούσιον, οὔτε οὖν κατὰ διαίρεσιν, οὔτε κατά τινα ἀποτομὴν ἐκ τοῦ Πατρὸς ὑποστῆναι· μήτε γὰρ δύνασθαι τὴν ἄϋλον καὶ νοερὰν, καὶ ἀσώματον φύσιν, σωματικόν τι πάθος ὑφίστασθαι· θείοις δὲ καὶ ἀποῤῥήτοις ῥήμασι προσήκει τὰ τοιαῦτα νοεῖν. Καὶ μὲν σοφώτατος καὶ εὐσεβὴς ἡμῶν βασιλεὺς τοιάδε ἐφιλοσόφει. Οἱ δὲ, προφάσει τοῦ ὁμοουσίου, τήνδε τὴν γραφὴν πεποιήκασι.

ΤΟ ΜΑΘΗΜΑ.

Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων Ποιητήν· καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν τοῦ Θεοῦ, γεννηθέντα ἐκ τοῦ Πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ Πατρός· Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτὸς, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ· γεννηθέντα, οὐ ποιηθέντα· ὁμοούσιον τῷ Πατρί, δι οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ, καὶ τὰ ἐν τῇ γῇ· τὸν δι ἡμᾶς τοὺς ἀνθρώπους, καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα καὶ σαρκωθέντα, ἐνανθρωπήσαντα, παθόντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ· ἀνελθόντα εἰς τοὺς οὐρανούς· ἐρχόμενον κρῖναι ζῶντας· καὶ νεκρούς. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον. Τοὺς δὲ λέγοντας, Ἦν ποτὲ ὅτε οὐκ ἦν, Οὐκ ἦν πρὶν γεννηθῆναι, ἐξ οὐκ ὄντων ἐγένετο, ἐξ ἑτέρας ὑποστάσεως οὐσίας φάσκοντας εἶναι, κτιστὸν, τρεπτὸν, ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τούτους ἀναθεματίζει καθολικὴ καὶ ἀποστολικὴ τοῦ Θεοῦ Ἐκκλησία.

Καὶ δὴ ταύτης τῆς γραφῆς ὑπ αὐτῶν ὑπαγορευθείσης, ὅπως εἴρηται αὐτοῖς τὸ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, καὶ τὸ τῷ Πατρὶ ὁμοούσιον, οὐκ ἀνεξέταστον αὐτοῖς καταλιμπάνομεν. Ἐπερωτήσεις τοιγαροῦν καὶ ἀποκρίσεις ἐντεῦθεν ἀνεκινοῦντο, ἐβασάνιζέν τε λόγος τὴν διάνοιαν τῶν εἰρημένων· καὶ δὴ καὶ τὸ ἐκ τῆς οὐσίας ὡμολόγητο πρὸς αὐτῶν, δηλωτικὸν εἶναι τοῦ ἐκ μὲν τοῦ Πατρὸς εἶναι, οὐ μὴν ὡς μέρος ὑπάρχειν τοῦ Πατρός. Ταῦτα δὲ καὶ ἡμῖν ἐδόκει καλῶς ἔχειν συγκατατίθεσθαι τῇ διανοίᾳ τῆς εὐσεβοῦς διδασκαλίας, ὑπαγορευούσης ἐκ τοῦ Πατρὸς εἶναι τὸν Υἱὸν, οὐ μὴν μέρος τῆς οὐσίας αὐτοῦ τυγχάνειν. Διόπερ τῇ διανοίᾳ καὶ αὐτοὶ συντιθέμεθα, οὐδὲ τὴν φωνὴν τοῦ ὁμοουσίου παραιτούμενοι, τοῦ τῆς εἰρήνης σκοποῦ πρὸ ὀφθαλμῶν ἡμῖν κειμένου, καὶ τοῦ μὴ τῆς ὀρθῆς ἐκπεσεῖν διανοίας. Κατὰ τὰ αὐτὰ δὲ, καὶ τὸ γεννηθέντα, οὐ ποιηθέντα, κατεδεξάμεθα, ἐπειδὴ τὸ ποιηθὲν, κοινὸν ἔφασκον εἶναι πρόσρημα τῶν λοιπῶν κτισμάτων, τῶν διὰ τοῦ Υἱοῦ γενομένων· ὧν οὐδὲν ὅμοιον ἔχειν τὸν Υἱόν· διὸ δὴ μὴ εἶναι αὐτὸν ποίημα, τοῖς δι αὐτοῦ γενομένοις ὅμοιον· κρείττονος δὲ κατὰ πᾶν ποίημα τυγχάνειν οὐσίας, ἣν ἐκ τοῦ Πατρὸς γεγεννῆσθαι διδάσκει τὰ θεῖα Λόγια, τοῦ τρόπου τῆς γεννήσεως ἀνεκφράστου καὶ ἀνεπιλογίστου πάσῃ γεννητῇ φύσει τυγχάνοντος. Οὕτω δὲ καὶ τὸ ὁμοούσιον εἶναι τοῦ Πατρὸς τὸν Υἱὸν ἐξεταζόμενος λόγος συνίστησιν, οὐ κατὰ τὸν τῶν σωμάτων τρόπον, οὐδὲ τοῖς θνητοῖς ζῴοις παραπλησίως· οὔτε γὰρ κατὰ διαίρεσιν τῆς οὐσίας, οὔτε κατὰ ἀποτομὴν, ἀλλοίωσιν τῆς τοῦ Πατρὸς οὐσίας τε καὶ δυνάμεως· τούτων γὰρ πάντων ἀλλοτρίαν εἶναι τὴν ἀγέννητον φύσιν τοῦ Πατρός. Παραστατικὸν δὲ εἶναι τῷ Πατρὶ, τὸ ὁμοούσιον, τὸ μηδεμίαν ἐμφέρειαν πρὸς τὰ γεννητὰ κτίσματα τὸν Υἱὸν τοῦ Θεοῦ ἐμφαίνειν· μόνῳ δὲ τῷ Πατρὶ τῷ γεγεννηκότι κατὰ πάντα τρόπον ἀφωμοιῶσθαι, καὶ μὴ εἶναι ἐξ ἑτέρας τὲ ὑποστάσεως καὶ οὐσίας, ἀλλ ἐκ τοῦ Πατρός. Ὧι καὶ αὐτῷ τοῦτον ἑρμηνευθέντι τὸν τρόπον, καλῶς ἔχειν ἐφάνη συγκαταθέσθαι· ἐπεὶ καὶ τῶν παλαιῶν τινὰς λογίους καὶ ἐπιφανεῖς ἐπισκόπους καὶ συγγραφέας ἔγνωμεν, ἐπὶ τῆς τοῦ Πατρὸς καὶ Υἱοῦ θεολογίας, τῷ τοῦ ὁμοουσίου συγχρησαμένους ὀνόματι. Ταῦτα μὲν οὖν περὶ τῆς ἐκτεθείσης εἰρήσθω πίστεως, συνεφωνήσαμεν οἱ πάντες οὐκ ἀνεξετάστως, ἀλλὰ κατὰ τὰς ἀποδοθείσας διανοίας ἐπ αὐτοῦ τοῦ θεοφιλεστάτου βασιλέως ἐξετασθείσας, καὶ τοῖς εἰρημένοις λογισμοῖς συνομολογηθείσας. Καὶ τὸν ἀναθεματισμὸν δὲ τὸν μετὰ τὴν πίστιν πρὸς αὐτῶν ἐκτεθέντα, ἄλυπον εἶναι ἡγησάμεθα, διὰ τὸ ἀπείργειν ἀγράφοις χρήσασθαι φωναῖς· διὸ σχεδὸν πᾶσα γέγονε σύγχυσίς τε καὶ ἀκαταστασία τῶν Ἐκκλησιῶν. Μηδεμιᾶς γοῦν θεοπνεύστου Γραφῆς τὸ ἐξ οὐκ ὄντων, καὶ τὸ Ἦν ποτὲ ὅτε οὐκ ἦν, καὶ τοῖς ἑξῆς ἐπιλεγομένοις κεχρημένης, οὐκ εὔλογον ἐφάνη ταῦτα λέγειν καὶ διδάσκειν. καὶ αὐτῷ καλῶς δόξαντι συνεθέμεθα, ἐπεὶ μηδὲ ἐν τῷ πρὸ τούτου χρόνῳ, τούτοις εἰώθαμεν χρῆσθαι τοῖς ῥήμασι. Ταῦτα ὑμῖν ἀναγκαίως διεπεμψάμεθα, ἀγαπητοὶ, τὸ κεκριμένον τῆς ἡμετέρας ἐξετάσεώς τε καὶ συγκαταθέσεως φανερὸν ὑμῖν καθιστῶντες· καὶ, ὡς εὐλόγως τότε μὲν καὶ μέχρι ὑστάτης ὥρας ἐνιστάμεθα, ὅθ ἡμῖν τὰ ἑτεροίως γραφέντα προσέκοπτεν· τότε δὲ ἀφιλονείκως τὰ μὴ λυποῦντα κατεδεξάμεθα, ὅτε ἡμῖν εὐγνωμόνως ἐξετάζουσι τῶν λόγων τὴν διάνοιαν ἐφάνη συντρέχειν τοῖς ὑφ ἡμῶν αὐτῶν ἐν τῇ προεκτεθείσῃ πίστει ὡμολογημένοις.