EUSEBIUS - RAIN SENT FROM HEAVEN IN ANSWER TO CHRISTIAN PRAYERS

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Historia Ecclesiastica, 5. 5

Greek text from Migne PG, Vol. 20, Cols. 441 - 444

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.
A large number of complete Greek texts (all those in Migne) and translations of Eusebius (where available online) can also be accessed through the website and seen alongside each other.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

Τούτου δὴ ἀδελφὸν Μάρκον Αὐρήλιον Καίσαρα, λόγος ἔχει Γερμανοῖς καὶ Σαρμάταις ἀντιπαραταττόμενον μάχῃ, δίψει πιεζομένης αὐτοῦ τῆς στρατιᾶς, ἐν ἀμηχανίᾳ γενέσθαι. τοὺς δὲ ἐπὶ τῆς Μελιτηνῆς οὕτω καλουμένης λεγεῶνος στρατιώτας διὰ πίστεως ἐξ ἐκείνου καὶ εἰς δεῦρο συνεστώσης, ἐν τῇ πρὸς τοὺς πολεμίους παρατάξει γόνυ θέντας ἐπὶ γῆν κατὰ τὸ οἰκεῖον ἡμῖν τῶν εὐχῶν ἔθος, ἐπὶ τὰς πρὸς τὸν Θεὸν ἱκεσίας τραπέσθαι. Παραδόξου δὲ τοῖς πολεμίοις τοῦ τοιούτου δὴ θεάματος, ἄλλο τι λόγος ἔχει παραδοξότερον ἐπικαταλαβεῖν αὐτίκα· σκηπτὸν μὲν εἰς φυγὴν καὶ ἀπώλειαν συνελαύνοντα τοὺς πολεμίους, ὄμβρον δὲ ἐπὶ τὴν τῶν τὸ Θεῖον παρακεκληκότων στρατιάν, πᾶσαν αὐτὴν ἐκ τοῦ δίψους μέλλουσαν ὅσον οὔπω διαφθαρήσεσθαι ἀνακτώμενον. δε ἱστορία φέρεται μὲν καὶ παρὰ τοῖς πόῤῥω τοῦ καθ ἡμᾶς λόγου συγγραφεῦσιν, οἷς μέλον γέγονε τῆς κατὰ τοὺς δηλουμένους γραφῆς, δεδήλωται δὲ καὶ πρὸς τῶν ἡμετέρων. Ἀλλὰ τοῖς μὲν ἔξωθεν ἱστορικοῖς ἅτε τῆς πίστεως ἀνοικείοις, τέθειται μὲν τὸ παράδοξον, οὐ μὴν καὶ ταῖς τῶν ἡμετέρων εὐχαῖς τοῦτο ὡμολογήθη γεγονέναι· τοῖς δέ γε ἡμετέροις, ἅτε ἀληθείας φίλοις, ἁπλῷ καὶ ἀκακοήθει τρόπῳ τὸ πραχθὲν παραδέδοται. τούτων δ ἂν εἴη καὶ Ἀπολινάριος, ἐξ ἐκείνου φήσας τὴν δι εὐχῆς τὸ παράδοξον πεποιηκυῖαν λεγεῶνα, οἰκείαν τῷ γεγονότι πρὸς τοῦ βασιλέως εἰληφέναι προσηγορίαν, Κεραυνοβόλον τῇ Ῥωμαίων ἐπικληθεῖσαν φωνῇ. Μάρτυς δὲ τούτων γένοιτ ἂν ἀξιόχρεως Τερτυλλιανός, τῇ Ῥωμαϊκῇ συγκλήτῳ προσφωνήσας ὑπὲρ τῆς πίστεως Ἀπολογίαν, ἧς καὶ πρόσθεν ἐμνημονεύσαμεν, τήν τε ἱστορίαν βεβαιῶν σὺν ἀποδείξει μείζονι καὶ ἐναργεστέρᾳ. Γράφει δ οὖν καὶ αὐτός λέγων, Μάρκου τοῦ συνετωτάτου βασιλέως ἐπιστολὰς εἰσέτι νῦν φέρεσθαι, ἐν αἷς αὐτὸς μαρτυρεῖ ἐν Γερμανίᾳ ὕδατος ἀπορίᾳ μέλλοντα αὐτοῦ τὸν στρατὸν διαφθείρεσθαι, ταῖς τῶν Χριστιανῶν εὐχαῖς σεσῶσθαι. Τοῦτον δέ φησιν καὶ θάνατον ἀπειλῆσαι τοῖς κατηγορεῖν ἡμῶν ἐπιχειροῦσιν. Οἷς δηλωθεὶς ἀνὴρ καὶ ταῦτα προσεπιλέγει· « Ποταποὶ οὖν οἱ νόμοι οὗτοι οἳ καθ ἡμῶν μόνοι ἕπονται ἀσεβεῖς, ἄδικοι, ὠμοί, οὓς οὔτε Οὐεσπασιανὸς ἐφύλαξε, καίτοι γε Ἰουδαίους νικήσας, οὓς Τραϊανὸς ἐκ μέρους ἐξουθένησεν, κωλύων ἐπιζητεῖσθαι Χριστιανούς, οὓς οὔτε Ἁδριανός, καίτοι γε πάντα τὰ περίεργα πολυπραγμονῶν, οὔτε Εὐσεβὴς ἐπικληθεὶς ἐπεκύρωσεν; ». Ἀλλὰ ταῦτα μὲν ὅπη τις ἐθέλῃ, τιθέσθω· μετίωμεν δὲ ἡμεῖς ἐπὶ τὴν τῶν ἑξῆς ἀκολουθίαν.