EUSEBIUS - ON QUADRATUS

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Historia Ecclesiastica, 4. 3

Greek text from Migne PG, Vol. 20, Col. 308

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.
A large number of complete Greek texts (all those in Migne) and translations of Eusebius (where available online) can also be accessed through the website and seen alongside each other.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

The text on the Subscription version of the website also gives access to the relevant section in Jerome's De Viris Illustribus about Quadratus and Aristides.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

Τραϊανοῦ δὲ ἐφ ὅλοις ἔτεσιν εἴκοσι τὴν ἀρχὴν μησὶν ἓξ δέουσι κρατήσαντος, Αἴλιος Ἁδριανὸς διαδέχεται τὴν ἡγεμονίαν. Τούτῳ Κοδρᾶτος λόγον προσφωνήσας ἀναδίδωσιν, ἀπολογίαν συντάξας ὑπὲρ τῆς καθ ἡμᾶς θεοσεβείας, ὅτι δή τινες πονηροὶ ἄνδρες τοὺς ἡμετέρους ἐνοχλεῖν ἐπειρῶντο. Εἰσέτι δὲ φέρεται παρὰ πλείστοις τῶν ἀδελφῶν, ἀτὰρ καὶ παρ ἡμῖν τὸ σύγγραμμα, ἐξ οὗ κατιδεῖν ἔστιν λαμπρὰ τεκμήρια τῆς τε τοῦ ἀνδρὸς διανοίας καὶ τῆς ἀποστολικῆς ὀρθοτομίας. δ αὐτὸς τὴν καθ ἑαυτὸν ἀρχαιότητα παραφαίνει, δι ὧν ἱστορεῖ ταῦτα ἰδίαις φωναῖς· « Τοῦ δὲ Σωτῆρος ἡμῶν τὰ ἔργα ἀεὶ παρῆν. Ἀληθῆ γὰρ ἦν· οἱ θεραπευθέντες, οἱ ἀναστάντες ἐκ νεκρῶν, οἳ οὐκ ὤφθησαν μόνον θεραπευόμενοι, καὶ ἀνιστάμενοι, ἀλλὰ καὶ ἀεὶ παρόντες· οὐδὲ ἐπιδημοῦντος μόνον τοῦ Σωτῆρος, ἀλλὰ καὶ ἀπαλλαγέντος, ἦσαν ἐπὶ χρόνον ἱκανόν, ὥστε καὶ εἰς τοὺς ἡμετέρους χρόνους τινὲς αὐτῶν ἀφίκοντο. » Τοιοῦτος μὲν οὗν οὗτος. Καὶ Ἀριστείδης δέ πιστὸς ἀνὴρ τῆς καθ ἡμᾶς ὁρμώμενος εὐσεβείας, τῷ Κοδράτῳ παραπλησίως ὑπὲρ τῆς πίστεως Ἀπολογίαν ἐπιφωνήσας Ἁδριανῷ, καταλέλοιπε. Σῴζεται δέ γε εἰς δεῦρο παρὰ πλείστοις καὶ τούτου γραφή.