EUSEBIUS - ON PANTAENUS

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Historia Ecclesiastica, 5. 10 - 11

Greek text from Migne PG, Vol. 20, Col. 454

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.
A large number of complete Greek texts (all those in Migne) and translations of Eusebius (where available online) can also be accessed through the website and seen alongside each other.

Click here for information about: 1) the public domain texts and translations used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

Περὶ Πανταίνου του φιλοσόφου (Νic. H. E. IV, 32).

X. Ἡγεῖτο δὲ τηνικαῦτα τῆς τῶν πιστῶν αὐτόθι διατριβῆς, τῶν ἀπὸ παιδείας ἀνὴρ ἐπιδοξότατος, ὄνομα αὐτῷ Πάνταινος, ἐξ ἀρχαίου ἔθους διδασκαλείου τῶν ἱερῶν λόγων παρ αὐτοῖς συνεστῶτος, καὶ εἰς ἡμᾶς παρατείνεται, καὶ πρὸς τῶν ἐν λόγῳ καὶ τῇ περὶ τὰ θεῖα σπουδῇ δυνατῶν συγκροτεῖσθαι παρειλήφαμεν. Ἐν δὲ τοῖς μάλιστα κατ ἐκεῖνο καιροῦ διαλάμψαι λόγος ἔχει τὸν δεδηλωμένον, οἷα καὶ ἀπὸ φιλοσόφου ἀγωγῆς τῶν καλουμένων Στωϊκῶν ὁρμώμενον. Τοσαύτην δ οὖν φασιν αὐτὸν ἐκθυμοτάτῃ διαθέσει προθυμίαν περὶ τὸν θεῖον λόγον ἐνδείξασθαι, ὡς καὶ κήρυκα τοῦ κατὰ Χριστὸν Εὐαγγελίου τοῖς ἐπ ἀνατολῆς ἔθνεσιν ἀναδειχθῆναι, μέχρι καὶ τῆς Ἰνδῶν στειλάμενον γῆς. Ἦσαν γάρ ἦσαν εἰσέτι τότε πλείους εὐαγγελισταὶ τοῦ λόγου, ἔνθεον ζῆλον ἀποστολικοῦ μιμήματος συνεισφέρειν ἐπ αὐξήσει καὶ οἰκοδομῇ τοῦ θείου λόγου προθυμούμενοι. Ὧν εἷς γενόμενος καὶ Πάνταινος, καὶ εἰς Ἰνδοὺς ἐλθεῖν λέγεται· ἔνθα λόγος εὑρεῖν αὐτὸν προφθάσαν τὴν αὐτοῦ παρουσίαν, τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον παρά τισιν αὐτόθι τὸν Χριστὸν ἐπεγνωκόσιν, οἷς Βαρθολομαῖον τῶν ἀποστόλων ἕνα κηρῦξαι, αὐτοῖς τε Ἑβραίων γράμμασι τὴν τοῦ Ματθαίου καταλεῖψαι Γραφήν, ἣν καὶ σώζεσθαι εἰς τὸν δηλούμενον χρόνον. γε μὴν Πάνταινος ἐπὶ πολλοῖς κατορθώμασι, τοῦ κατ Ἀλεξάνδρειαν τελευτῶν ἡγεῖται διδασκαλείου, ζώσῃ φωνῇ καὶ διὰ συγγραμμάτων τοὺς τῶν θείων δογμάτων θησαυροὺς ὑπομνηματιζόμενος.

Περὶ Κλήμεντος Ἀλεξανδρέως (Nic. H. E. IV, 35).

XI. Κατὰ τοῦτον ταῖς θείαις Γραφαῖς συνασκούμενος, ἐπ Ἀλεξανδρείας ἐγνωρίζετο Κλήμης, ὁμώνυμος τῷ πάλαι τῆς Ῥωμαίων Ἐκκλησίας ἡγησαμένῳ φοιτητῇ τῶν ἀποστόλων. Ὃς δὴ καὶ ὀνομαστὶ ἐν αἷς συνέταξεν Ὑποτυπώσεσιν, ὡς ἂν διδασκάλου τοῦ Πανταίνου μέμνηται. Τοῦτόν δὲ αὐτὸν καὶ τῶν Στρωματέων ἐν πρώτῳ συγγράμματι αἰνίττεσθαί μοι δοκεῖ, ὅτι τοὺς ἐμφανεστέρους ἧς κατείληφεν ἀποστολικῆς διαδοχῆς ἐπισημηνάμενος ταῦτά φησιν· « Ἤδη δὲ οὐ γραφὴ εἰς ἐπίδειξιν τετεχνασμένη ἥδε πραγματεία, ἀλλά μοι ὑπομνήματα εἰς γῆρας θησαυρίζεται λήθης φάρμακον· εἴδωλον ἀτεχνῶς καὶ σκιαγραφία τῶν ἐναργῶν καὶ ἐμψύχων ἐκείνων ὧν κατηξιώθην ἀκοῦσαι λόγων τε καὶ ἀνδρῶν μακαρίων, καὶ τῷ ὄντι ἀξιολόγων. Τούτων μὲν ἐπὶ τῆς Ἑλλάδος Ἰωνικός, δὲ ἐπὶ τῆς μεγάλης Ἑλλάδος, τῆς Κοίλης ἅτερος αὐτῶν Συρίας ἦν, δὲ ἀπ Αἰγύπτου. Ἄλλοι δὲ ἀνὰ τὴν Ἀνατολήν· καὶ ταύτης μέν τις τῶν Ἀσσυρίων, δὲ ἐν τῇ Παλαιστίνῃ Ἑβραῖος ἀνέκαθεν· Ὑστάτῳ δὲ περιτυχών, δυνάμει δὲ ἄρα πρῶτος ἦν, ἀνεπαυσάμην, ἐν Αἰγύπτῳ θηράσας λεληθότα. Ἀλλ οἳ μὲν τὴν ἀληθῆ τῆς μακαρίας σώζοντες παράδοσιν, εὐθὺς ἀπὸ Πέτρου καὶ Ἰακώβου, Ἰωάννου τε καὶ Παύλου τῶν ἁγίων ἀποστόλων, παῖς παρὰ πατρὸς ἐκδεξάμενος (ὀλίγοι δὲ οἱ πατράσιν ὅμοιοι), ἧκον δὴ σὺν Θεῷ καὶ εἰς ἡμᾶς, τὰ προγονικὰ ἐκεῖνα καὶ ἀποστολικὰ καταθησόμενοι σπέρματα. »