EUSEBIUS - CONSTANTINE AND THE SIGN OF THE CROSS

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Vita Constantini, 1. 26-31

Greek text from Migne PG, Vol. 20, Col. 939

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.
A large number of complete Greek texts (all those in Migne) and translations of Eusebius (where available online) can also be accessed through the website and seen alongside each other.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

Εἶθ' ὥσπερ μέγα σῶμα, τὸ πᾶν τῆς οἰκουμένης ἐννοήσας στοιχεῖον, κἄπειτα τὴν τοῦ παντὸς κεφαλήν, τῆς Ῥωμαίων ἀρχῆς τὴν βασιλεύουσαν πόλιν, τυραννικῇ δουλείᾳ συνιδὼν καθυπηγμένην, παρεχώρει μὲν ταπρῶτα τὴν ὑπὲρ αὐτῆς ἄμυναν τοῖς τῶν λοιπῶν κρατοῦσι μερῶν, ἅτε δὴ χρόνῳ προάγουσιν· ἐπεὶ δὲ τούτων οὐδεὶς οἷός τ' ἦν ἐπικουρεῖν, ἀλλὰ καὶ οἱ πεῖραν λαβεῖν ἐθελήσαντες αἰσχρὸν ὑπέμειναν τέλος, οὐδὲ βιωτὸν αὐτῷ τὴν ζωὴν εἶναι εἰπών, εἰ τὴν βασιλίδα πόλιν οὕτω κάμνουσαν παρίδοι, παρεσκευάζετο τὰ πρὸς τὴν καθαίρεσιν τῆς τυραννίδος.

Εὖ δ' ἐννοήσας ὡς κρείττονος κατὰ στρατιωτικὴν δέοι αὐτῷ βοηθείας, διὰ τὰς κακοτέχνους καὶ γοητικὰς μαγγανείας τὰς παρὰ τῷ τυράννῳ σπουδαζομένας, Θεὸν ἀνεζήτει βοηθόν, τὰ μὲν ἐξ ὁπλίσεων καὶ στρατιωτικοῦ πλήθους δεύτερα τιθέμενος, τὴν δ' ἐκ θεοῦ συνεργίαν ἄμαχον εἶναι καὶ ἀπαράθραυστον. Ἐννοεῖ δῆτα ὁποῖον δέοι Θεὸν ἐπιγράψασθαι βοηθὸν· ζητοῦντι δ' αὐτῷ ἔννοιά τις ὑπεισῆλθεν· ὡς πλειόνων πρότερον τῆς ἀρχῆς ἐφαψαμένων, οἱ μὲν πλείοσι θεοῖς τὰς σφῶν αὐτῶν ἀναρτήσαντες ἐλπίδας, θυσίαις τε καὶ ἀναθήμασι τούτους θεραπεύσαντες, ἀπατηθέντες ταπρῶτα διὰ μαντειῶν κεχαρισμένων, χρησμῶν τε τὰ αἴσια ἀπαγγελλομένων αὐτοῖς, τέλος οὐκ αἴσιον εὕραντο, οὐδέ τις θεῶν πρὸς τὸ μὴ θεηλάτοις ὑποβληθῆναι καταστροφαῖς, δεξιὸς αὐτοῖς παρέστη· μόνον δὲ τὸν ἑαυτοῦ πατέρα τὴν ἐναντίαν ἐκείνοις τραπέντα, τῶν μὲν πλάνην καταγνῶναι, αὐτὸν δὲ τὸν ἐπέκεινα τῶν ὅλων Θεόν διὰ πάσης τιμήσαντα ζωῆς, σωτῆρα καὶ φύλακα τῆς βασιλείας, ἀγαθοῦ τε παντὸς χορηγὸν εὑρέσθαι. Ταῦτα παρ' ἑαυτῷ διακρίνας, εὖ τε λογισάμενος, ὡς οἱ μὲν πλήθει θεῶν ἐπιθαρρήσαντες, καὶ πλείοσιν ἐπιπεπτώκασιν ὀλέθροις, ὡς μηδὲ γένος, μηδὲ φυὴν, μὴ ῥίζαν αὐτοῖς, μηδ' ὄνομα, μηδὲ μνήμην ἐν ἀνθρώποις ἀπολειφθῆναι, δὲ πατρῷος αὐτῷ Θεὸς τῆς αὐτοῦ δυνάμεως ἐναργῆ καὶ πάμπολλα δείγματα εἴη δεδωκὼς τῷ αὐτοῦ πατρί·ἀλλὰ καὶ τοὺς ἤδη καταστρατεύσαντας πρότερον τοῦ τυράννου διασκεψάμενος, σὺν πλήθει μὲν θεῶν τὴν παράταξιν πεποιημένους, αἰσχρὸν δὲ τέλος ὑπομείναντας· μὲν γὰρ αὐτῶν σὺν αἰσχύνῃ τῆς συμβολῆς ἄπρακτος ἀνεχώρει, δὲ καὶ μέσοις αὐτοῖς τοῖς στρατεύμασι κατασφαγεὶς, πάρεργον ἐγένετο θανάτου· ταῦτα οὖν πάντα συναγαγὼν τῇ διανοίᾳ, τὸ μὲν περὶ τοὺς μηδὲν ὄντας θεοὺς ματαιάζειν, καὶ μετὰ τοσοῦτον ἔλεγχον ἀποπλανᾶσθαι, μωρίας ἔργον ὑπελάμβανε, τὸν δὲ πατρῷον τιμᾷν μόνον ᾤετο δεῖν Θεόν.

Ἀνεκαλεῖτο δῆτα ἐν εὐχαῖς τοῦτον ἀντιβολῶν καὶ ποτνιώμενος, φῆναι αὐτῷ ἑαυτὸν ὅστις εἴη, καὶ τὴν ἑαυτοῦ δεξιὰν τοῖς προκειμένοις ἐπορέξαι. Εὐχομένῳ δὲ ταῦτα καὶ λιπαρῶς ἱκετεύοντι τῷ βασιλεῖ, θεοσημεία τις ἐπιφαίνεται παραδοξοτάτη· ἣν τάχα μὲν ἄλλου λέγοντος, οὐ ῥᾴδιον ἦν ἀποδέξασθαι, αὐτοῦ δὲ τοῦ νικητοῦ βασιλέως, τοῖς τὴν γραφὴν διηγουμένοις ἡμῖν μακροῖς ὕστερον χρόνοις, ὅτε ἠξιώθημεν τῆς αὐτοῦ γνώσεώς τε καὶ ὁμιλίας, ἐξαγγείλαντος ὅρκοις, τε πιστωσαμένου τὸν λόγον, τίς ἂν ἀμφιβάλοι μὴ οὐχὶ πιστεῦσαι τῷ διηγήματι; μάλισθ' ὅτε καὶ μετὰ ταῦτα χρόνος ἀληθῆ τῷ λόγῳ παρέσχε τὴν μαρτυρίαν. Ἀμφὶ μεσημβρινὰς ἡλίου ὥρας, ἤδη τῆς ἡμέρας ἀποκλινούσης, αὐτοῖς ὀφθαλμοῖς ἰδεῖν ἔφη ἐν αὐτῷ οὐρανῷ ὑπερκείμενον τοῦ ἡλίου σταυροῦ τρόπαιον, ἐκ φωτὸς συνιστάμενον, γραφήν τε αὐτῷ συνῆφθαι λέγουσαν· τούτῳ νίκα. Θάμβος δ' ἐπὶ τῷ θεάματι κρατῆσαι αὐτόν τε καὶ τὸ στρατιωτικὸν ἅπαν, δὴ στελλομένῳ ποι πορείαν συνείπετό τε καὶ θεωρὸν ἐγίνετο τοῦ θαύματος.

Καὶ δὴ διαπορεῖν πρὸς ἑαυτὸν ἔλεγε, τί ποτε εἴη τὸ φάσμα. Ἐνθυμουμένῳ δ' αὐτῷ καὶ ἐπὶ πολὺ λογιζομένῳ νὺξ ἐπῄει καταλαβοῦσα· ἐνταῦθα δὴ ὑπνοῦντι αὐτῷ, τὸν Χριστὸν τοῦ Θεοῦ σὺν τῷ φανέντι κατ' οὐρανὸν σημείῳ ὀφθῆναί τε καὶ παρακελεύσασθαι, μίμημα ποιησάμενον τοῦ κατ' οὐρανὸν ὀφθέντος σημείου, τούτῳ πρὸς τὰς τῶν πολεμίων συμβολὰς ἀλεξήματι χρῆσθαι.

Ἅμα δ' ἡμέρᾳ διαναστὰς, τοῖς φίλοις ἐξηγόρευε τὸ ἀπόρρητον. Κἄπειτα χρυσοῦ καὶ λίθων πολυτελῶν δημιουργοὺς συγκαλέσας, μέσος αὐτὸς καθιζάνει, καὶ τοῦ σημείου τὴν εἰκόνα φράζει, ἀπομιμεῖσθαί τε αὐτὴν χρυσῷ καὶ πολυτελέσι λίθοις διεκελεύετο· δὴ καὶ ἡμᾶς ὀφθαλμοῖς ποτε συνέβη παραλαβεῖν.

Ἦν δὲ τοιῷδε σχήματι κατεσκευασμένον· ὑψηλὸν δόρυ χρυσῷ κατημφιεσμένον, κέρας εἶχεν ἐγκάρσιον, σταυροῦ σχήματι πεποιημένον· ἄνω δὲ πρὸς ἄκρῳ τοῦ παντὸς, στέφανος ἐκ λίθων πολυτελῶν καὶ χρυσοῦ συμπεπλεγμένος κατεστήρικτο, καθ' οὗ τῆς σωτηρίου ἐπηγορίας τὸ σύμβολον, δύο στοιχεῖα τὸ Χριστοῦ παραδηλοῦντα ὄνομα, διὰ τῶν πρώτων ὑπεσήμαινον χαρακτήρων, χιαζομένου τοῦ ρ κατὰ τὸ μεσαίτατον· δὴ καὶ κατὰ τοῦ κράνους φέρειν εἴωθε κἀν τοῖς μετὰ ταῦτα χρόνοις βασιλεύς. Τοῦ δὲ πλαγίου κέρως, τοῦ κατὰ τὸ δόρυ πεπαρμένου, ὀθόνη τις ἐκκρεμὴς ἀπῃώρητο, βασιλικὸν ὕφασμα ποικιλίᾳ συνημμένων πολυτελῶν λίθων, φωτὸς αὐγαῖς ἐξαστραπτόντων, καλυπτόμενον· σὺν πολλῷ τε καθυφασμένον χρυσῷ, ἀδιήγητόν τι χρῆμα τοῖς ὁρῶσι παρεῖχε τοῦ κάλλους. Τοῦτο μὲν οὖν τὸ φᾶρος τοῦ κέρως ἐξημμένον, σύμμετρον μήκους τε καὶ πλάτους περιγραφὴν ἀπελάμβανε, τὸ δ' ὄρθιον δόρυ, τῆς κάτω ἀρχῆς ἐπὶ πολὺ μηκυνόμενον, ἄνω μετέωρον ὑπὸ τῷ τοῦ σταυροῦ τροπαίῳ πρὸς αὐτοῖς ἄκροις τοῦ διαγραφέντος ὑφάσματος, τὴν τοῦ θεοφιλοῦς βασιλέως εἰκόνα χρυσῆν μέχρι στέρνων, τῶν τ' αὐτοῦ παίδων ὁμοίως ἔφερε. Τούτῳ μὲν οὖν τῷ σωτηρίῳ σημείῳ, πάσης ἀντικειμένης καὶ πολεμίας δυνάμεως ἀμυντηρίῳ διαπαντὸς ἐχρῆτο βασιλεύς, τῶν τε στρατοπέδων ἁπάντων ἡγεῖσθαι τούτου ὁμοιώματα, προσέταττεν.