EPIPHANIUS - MARCELLUS' APOLOGIA TO JULIUS

 

Subscription Version of Text
No translation or
additional information in this case

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Printable Version of Text
plus translation and notes

("Creeds and Councils" Section)

Text from Migne PL Vol. 42, Col. 384

Marcellus of Ancyra to Julius from Epiphanius, Adversus Haereses (Panarion) 72.2.1

 

Click here for the earlychurchtexts homepage and access to many other original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

Τῷ μακαριωτάτῳ συλλειτουργῷ Ἰουλίῳ Μάρκελλος ἐν Χριστῷ χαίρειν. Ἐπειδή τινες τῶν καταγνωσθέντων πρότερον ἐπὶ τῷ μὴ ὀρθῶς πιστεύειν, οὓς ἐγὼ ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ διήλεγξα, κατ' ἐμοῦ γράψαι τῇ θεοσεβείᾳ σου ἐτόλμησαν, ὡς ἂν ἐμοῦ μὴ ὀρθῶς, μήτε ἐκκλησιαστικῶς φρονοῦντος, τὸ ἑαυτῶν ἔγκλημα εἰς ἐμὲ μετατεθῆναι σπουδάζοντες· τούτου ἕνεκεν ἀναγκαῖον ἡγησάμην, ἀπαντήσας εἰς τὴν Ῥώμην, ὑπομνῆσαί σε, ἵνα τοὺς κατ' ἐμοῦ γράψαντας μεταστείλῃ ὑπὲρ τοῦ ἀπαντήσαντας αὐτοὺς ἐπ' ἀμφοτέροις ἐλεγχθῆναι ὑπ' ἐμοῦ, ὅτι τε καὶ γεγράφασι κατ' ἐμοῦ, ψευδῆ ὄντα τυγχάνει, καὶ ὅτι ἔτι καὶ νῦν ἐπιμένουσι τῇ ἑαυτῶν προτέρᾳ πλάνῃ· καὶ δεινὰ κατά τε τῶν τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ ἡμῶν τῶν προεστώτων αὐτῶν τετολμήκασιν. Ἐπεὶ τοίνυν ἀπαντῆσαι οὐκ ἠβουλήθησαν, ἀποστείλαντός σου πρεσβυτέρους πρὸς αὐτοὺς, καὶ ταῦτα ἐμοῦ ἐνιαυτὸν καὶ τρεῖς ὅλους μῆνας ἐν τῇ Ῥώμῃ πεποιηκότος, ἀναγκαῖον ἡγησάμην, μέλλων ἐντεῦθεν ἐξιέναι, ἔγγραφόν σοι τὴν ἐμαυτοῦ πίστιν μετὰ πάσης ἀληθείας τῇ ἐμαυτοῦ χειρὶ γράψας ἐπιδοῦναι, ἣν ἔμαθον, ἔκ τε τῶν θείων Γραφῶν ἐδιδάχθην, καὶ τῶν κακῶς ὑπ' αὐτῶν λεγομένων ὑπομνῆσαί σε, ἵνα γνῷς οἷς χρώμενοι πρὸς ἀπάτην τῶν ἀκουόντων λόγοις τὴν ἀλήθειαν κρύπτειν βούλονται.

 

Φασὶ γὰρ μὴ ἴδιον καὶ ἀληθινὸν Λόγον εἶναι τοῦ παντοκράτορος Θεοῦ τὸν Υἱὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἀλλ' ἕτερον αὐτοῦ Λόγον εἶναι, καὶ ἑτέραν σοφίαν καὶ δύναμιν. Τοῦτον γενόμενον ὑπ' αὐτοῦ ὠνομάσθαι Λόγον, καὶ σοφίαν, καὶ δύναμιν. Καὶ διὰ τὸ οὕτως αὐτοὺς φρονεῖν, ἄλλην ὑπόστασιν διεστῶσαν τοῦ Πατρὸς εἶναί φασιν. Ἔτι μέντοι καὶ προϋπάρχειν τοῦ Υἱοῦ τὸν Πατέρα δι' ὧν γράφουσιν, ἀποφαίνονται μὴ εἶναι αὐτὸν ἀληθῶς Υἱὸν ἐκ τοῦ Θεοῦ· ἀλλὰ κἂν λέγωσιν ἐκ τοῦ Θεοῦ, οὕτως λέγουσιν ὡς καὶ τὰ πάντα. Ἔτι μὴν καὶ ὅτι ἦν ποτε, ὅτε οὐκ ἦν, λέγειν τολμῶσι· καὶ κτίσμα αὐτὸν καὶ ποίημα εἶναι, διορίζοντες αὐτὸν ἀπὸ τοῦ Πατρός. Τοὺς οὖν ταῦτα λέγοντας ἀλλοτρίους τῆς καθολικῆς Ἐκκλησίας εἶναι πεπίστευμαι. Πιστεύω δέ ἑπόμενος ταῖς θείαις Γραφαῖς, ὅτι εἷς Θεὸς, καὶ τούτου μονογενὴς Υἱὸς Λόγος, ἀεὶ συνυπάρχων τῷ Πατρὶ, καὶ μηδεπώποτε ἀρχὴν τοῦ εἶναι ἐσχηκώς, ἀληθῶς ἐκ τοῦ θεοῦ ὑπάρχων, οὐ κτισθείς, οὐ ποιηθείς, ἀλλὰ ἀεὶ ὤν, ἀεὶ συμβασιλεύων τῷ Θεῷ καὶ Πατρί, «οὗ τῆς βασιλείας», κατὰ τὴν τοῦ ἀποστόλου μαρτυρίαν, «οὐκ ἔσται τέλος». Οὗτος Υἱός, οὗτος δύναμις, οὗτος σοφία, οὗτος ἴδιος καὶ ἀληθὴς τοῦ Θεοῦ Λόγος, Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ἀδιαίρετος δύναμις τοῦ Θεοῦ, δι' οὗ τὰ πάντα τὰ γενόμενα γέγονε, καθὼς τὸ εὐαγγέλιον μαρτυρεῖ λέγον· «ἐν ἀρχῇ ἦν Λόγος, καὶ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν Λόγος. Πάντα δι' αὐτοῦ ἐγένετο· καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». Οὗτός ἐστιν Λόγος, περὶ οὗ καὶ Λουκᾶς εὐαγγελιστὴς μαρτυρεῖ, λέγων· «Καθὼς παρέδωκαν ἡμῖν οἱ ἀπαρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ Λόγου». Περὶ τούτου καὶ ∆αυὶδ ἔφη· Ἐξηρεύξατο καρδία μου Λόγον ἀγαθόν». Οὕτω καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἡμᾶς διδάσκει διὰ τοῦ Εὐαγγελίου, λέγων· «Εγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον, καὶ ἥκω». Οὗτος, ἐπ' ἐσχάτων τῶν ἡμερῶν κατελθὼν διὰ τὴν ἡμετέραν σωτηρίαν, καὶ ἐκ τῆς Παρθένου Μαρίας γεννηθεὶς, τὸν ἄνθρωπον ἔλαβε.

 

Πιστεύω οὖν εἰς Θεὸν παντοκράτορα, καὶ εἰς Χριστὸν Ἰησοῦν τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ, τὸν Κύριον ἡμῶν, τὸν γεννηθέντα ἐκ Πνεύματος ἁγίου, καὶ Μαρίας τῆς Παρθένου, τὸν ἐπὶ Ποντίου Πιλάτου σταυρωθέντα, καὶ ταφέντα καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστάντα ἐκ τῶν νεκρῶν, ἀναβάντα εἰς τοὺς οὐρανοὺς, καὶ καθήμενον ἐν δεξιᾷ τοῦ Πατρός, ὅθεν ἔρχεται κρίνειν ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ ἅγιον Πνεῦμα, ἁγίαν Ἐκκλησίαν, ἄφεσιν ἁμαρτιῶν, σαρκὸς ἀνάστασιν, ζωὴν αἰώνιον. Ἀδιαίρετον εἶναι τὴν θεότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, παρὰ τῶν θείων μεμαθήκαμεν Γραφῶν. Εἰ γάρ τις χωρίζει τὸν Υἱὸν, τουτέστι τὸν Λόγον τοῦ παντοκράτορος Θεοῦ, ἀνάγκη αὐτὸν δύο θεοὺς εἶναι νομίζειν, ὅπερ ἀλλότριον τῆς θείας διδασκαλίας εἶναι νενόμισται, τὸν Λόγον μὴ εἶναι Θεὸν ὁμολογεῖν· ὅπερ καὶ αὐτὸ ἀλλότριον τῆς ὀρθῆς πίστεως εἶναι φαίνεται, τοῦ εὐαγγελιστοῦ λέγοντος· «Καὶ θεὸς ἦν Λόγος». Ἐγὼ δὲ ἀκριβῶς μεμάθηκα, ὅτι ἀδιαίρετος καὶ ἀχώριστός ἐστιν δύναμις τοῦ Πατρός, Υἱός. Αὐτὸς γὰρ Σωτὴρ Κύριος ἡμῶν Ἰησοῦς Χριστός φησι· «Ἐν ἐμοὶ Πατὴρ κἀγὼ ἐν τῷ Πατρί», καὶ «Ἐγὼ καὶ Πατὴρ ἕν ἐσμεν», καὶ « ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα». Ταύτην καὶ παρὰ τῶν θείων Γραφῶν εἰληφὼς τὴν πίστιν, καὶ παρὰ τῶν κατὰ Θεὸν προγόνων διδαχθεὶς, ἔν τε τῇ τοῦ Θεοῦ Εκκλησίᾳ κηρύττω, καὶ πρὸς σὲ νῦν γέγραφα, τὸ ἀντίγραφον τούτου παρ' ἐμαυτῷ κατασχών. Καὶ ἀξιῶ τὸ ἀντίτυπόν σε τούτου τῇ πρὸς τοὺς ἐπισκόπους ἐπιστολῇ ἐγγράψαι, ἵνα μή τινες τῶν ἀκριβῶς μὴ εἰδότων ἡμᾶς, κἀκείνοις τοῖς ὑπ' αὐτῶν γραφεῖσι προσέχοντες, ἀπατηθῶσιν. Ἔρρωσθε. Πεπλήρωται.