ATHANASIUS - TOMUS AD ANTIOCHENOS, 3-7

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Tomus ad Antiochenos, 3-7

Greek text from Migne PG, Vol. 26, Col. 797

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

A large number of complete Greek texts (all those in Migne) and translations of Athanasius (where available online) can also be accessed through the website and seen alongside each other.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

3. Πάντας τοίνυν τοὺς βουλομένους εἰρηνεύειν πρὸς ἡμᾶς, καὶ μάλιστα τοὺς ἐν τῇ Παλαιᾷ συναγομένους, καὶ τοὺς ἀποτρέχοντας δὲ ἀπὸ τῶν Ἀρειανῶν προσκαλέσασθε παρ ἑαυτοῖς, καὶ ὡς μὲν πατέρες υἱοὺς προσλάβεσθε, ὡς δὲ διδάσκαλοι καὶ κηδεμόνες ἀποδέξασθε, καὶ συνάψαντες αὐτοὺς τοῖς ἀγαπητοῖς ἡμῶν τοῖς περὶ Παυλῖνον, μηδὲν πλέον ἀπαιτήσητε παρ αὐτῶν ἀναθεματίζειν μὲν τὴν Ἀρειανὴν αἵρεσιν, ὁμολογεῖν δὲ τὴν παρὰ τῶν ἁγίων Πατέρων ὁμολογηθεῖσαν ἐν Νικαίᾳ πίστιν, ἀναθεματίζειν δὲ καὶ τοὺς λέγοντας κτίσμα εἶναι τὸ Πνεῦμα τὸ ἅγιον, καὶ διῃρημένον ἐκ τῆς οὐσίας τοῦ Χριστοῦ. Τοῦτο γάρ ἐστιν ἀληθῶς ἀποπηδᾷν ἀπὸ τῆς μυσαρᾶς αἱρέσεως τῶν Ἀρειανῶν, τὸ μὴ διαιρεῖν τὴν ἁγίαν Τριάδα, καὶ λέγειν τι ταύτης εἶναι κτίσμα. Οἱ γὰρ προσποιούμενοι μὲν ὀνομάζειν τὴν ὁμολογηθεῖσαν ἐν Νικαίᾳ πίστιν, τολμῶντες δὲ κατὰ τοῦ ἁγίου Πνεύματος βλασφημεῖν, οὐδὲν πλέον ποιοῦσιν, τὴν Ἀρειανὴν αἵρεσιν τοῖς μὲν ῥήμασιν ἀρνοῦνται, τῷ δὲ φρονήματι ταύτην κατέχουσιν. Ἀναθεματιζέσθω δὲ παρὰ πάντων Σαβελλίου καὶ Παύλου τοῦ Σαμοσατέως ἀσέβεια, καὶ Οὐαλεντίνου καὶ Βασιλείδου μανία, καὶ τῶν Μανιχαίων παραφροσύνη· τούτων γὰρ οὕτω γινομένων, πᾶσα παρὰ πάντων ὑποψία φαύλη περιαιρεθήσεται, καὶ μόνη τῆς καθολικῆς Ἐκκλησίας πίστις καθαρὰ δειχθήσεται.

4. Ὅτι μὲν οὖν ταύτην ἔχομεν τὴν πίστιν ἡμεῖς τε καὶ οἱ ἀεὶ μεθ ἡμῶν τὴν κοινωνίαν ἐσχηκότες, οὐδένα οὔτε ὑμῶν οὔθ ἕτερόν τινα ἀγνοεῖν ἡγούμεθα. Ἐπειδὴ δὲ συγχαίρομεν τοῖς βουλομένοις συνάπτεσθαι, πᾶσι μὲν, ἐξαιρέτως δὲ τοῖς ἐν τῇ Παλαιᾷ συναγομένοις, καὶ μάλιστα τὸν Κύριον ἐδοξάσαμεν, ὡς ἐπὶ πᾶσι, καὶ ἐπὶ τῇ ἀγαθῇ προθέσει τούτων· παρακαλοῦμεν ὑμᾶς ἐπὶ τούτοις γίνεσθαι τούτων τὴν ὁμόνοιαν, καὶ μηδὲν τούτων πλέον, καθὰ προείπομεν, μήτε τοὺς ἐν τῇ Παλαιᾷ συναγομένους ἀπαιτεῖσθαι παρ ὑμῶν, μήτε τοὺς περὶ Παυλῖνον ἕτερόν τι μήτε πλέον τῶν ἐν Νικαίᾳ προβάλλεσθαι.

5. Καὶ τὸ θρυληθὲν γοῦν παρά τινων πιττάκιον, ὡς ἐν τῇ κατὰ Σαρδικὴν συνόδῳ συνταχθὲν περὶ πίστεως, κωλύετε κἂν ὅλως ἀναγινώσκεσθαι προφέρεσθαι· οὐδὲν γὰρ τοιοῦτον ὥρισεν σύνοδος. Ἠξίωσαν μὲν γάρ τινες, ὡς ἐνδεοῦς οὔσης τῆς κατὰ Νίκαιαν συνόδου, γράψαι περὶ πίστεως, καὶ ἐπεχείρησάν γε προπετῶς· δὲ ἁγία σύνοδος ἐν Σαρδικῇ συναχθεῖσα ἠγανάκτησε, καὶ ὥρισε μηδὲν ἔτι περὶ πίστεως γράφεσθαι, ἀλλ ἀρκεῖσθαι τῇ ἐν Νικαίᾳ παρὰ τῶν Πατέρων ὁμολογηθείσῃ πίστει, διὰ τὸ μηδὲν αὐτῇ λείπειν, ἀλλὰ πλήρη εὐσεβείας εἶναι, καὶ ὅτι μὴ δεῖν δευτέραν ἐκτίθεσθαι πίστιν, ἵνα μὴ ἐν Νικαίᾳ γραφεῖσα ὡς ἀτελὴς οὖσα νομισθῇ, καὶ πρόφασις δοθῇ τοῖς ἐθέλουσι πολλάκις γράφειν καὶ ὁρίζειν περὶ πίστεως. Ὅθεν κἂν τοῦτό τις, ἕτερον προβάλληται, παύετε τοὺς τοιούτους, καὶ μᾶλλον εἰρηνεύειν αὐτοὺς πείθετε· καὶ γὰρ οὐδὲν πλέον συνείδομεν ἐν τούτοις φιλονεικίαν μόνην. Οὓς γὰρ ἐμέμφοντό τινες ὡς τρεῖς λέγοντας ὑποστάσεις, διὰ τὸ ἀγράφους καὶ ὑπόπτους αὐτόθεν εἶναι τὰς λέξεις, ἠξιώσαμεν μὲν μηδὲν πλέον ἐπιζητεῖν πλὴν τῆς κατὰ Νίκαιαν ὁμολογίας· ἀνεκρίναμεν δὲ ὅμως τούτους διὰ τὴν φιλονεικίαν, μὴ ἆρ ὡς οἱ Ἀρειομανῖται λέγουσιν ἀπηλλοτριωμένας καὶ ἀπεξενωμένας, ἀλλοτριοουσίους τε ἀλλήλων, καὶ ἑκάστην καθ ἑαυτὴν ὑπόστασιν διῃρημένην, ὡς ἔστι τά τε ἄλλα κτίσματα, καὶ οἱ ἐξ ἀνθρώπων γεννώμενοι· ὥσπερ διαφόρους οὐσίας, ὥσπερ ἐστὶ χρυσὸς, ἄργυρος, χαλκὸς, οὕτω καὶ αὐτοὶ λέγωσιν· ὡς ἄλλοι αἱρετικοὶ τρεῖς ἀρχὰς καὶ τρεῖς θεοὺς λέγουσιν, οὕτω καὶ οὗτοι φρονοῦντες, τρεῖς ὑποστάσεις λέγωσι; Διεβεβαιώσαντο μήτε λέγειν, μήτε πεφρονηκέναι ποτὲ οὕτως. Ἐρωτώντων δὲ ἡμῶν αὐτούς· Πῶς οὖν ταῦτα λέγετε; διὰ τί δὲ ὅλως τοιαύταις χρῆσθαι λέξεσιν; ἀπεκρίναντο, διὰ τὸ εἰς ἁγίαν Τριάδα πιστεύειν, οὐκ ὀνόματι Τριάδα μόνον, ἀλλ ἀληθῶς οὖσαν καὶ ὑφεστῶσαν, Πατέρα τε ἀληθῶς ὄντα καὶ ὑφεστῶτα, καὶ Υἱὸν ἀληθῶς ἐνούσιον ὄντα καὶ ὑφεστῶτα, καὶ Πνεῦμα ἅγιον ὑφεστὼς καὶ ὑπάρχον οἴδαμεν, μήτε δὲ εἰρηκέναι τρεῖς θεοὺς τρεῖς ἀρχὰς, μήθ ὅλως ἀνέχεσθαι τῶν τοῦτο λεγόντων, φρονούντων· ἀλλ εἰδέναι ἁγίαν μὲν Τριάδα, μίαν δὲ θεότητα, καὶ μίαν ἀρχὴν, καὶ Υἱὸν μὲν ὁμοούσιον τῷ Πατρὶ, ὡς εἶπον οἱ Πατέρες, τὸ δὲ ἅγιον Πνεῦμα, οὐ κτίσμα, οὐδὲ ξένον, ἀλλ ἴδιον καὶ ἀδιαίρετον τῆς οὐσίας τοῦ Υἱοῦ καὶ τοῦ Πατρός.

6. Ἀποδεξάμενοι δὲ τούτων τὴν ἑρμηνείαν τῶν λέξεων, καὶ τὴν ἀπολογίαν, ἀνεκρίναμεν τοὺς αἰτιαθέντας παρὰ τούτων, ὡς λέγοντας μίαν ὑπόστασιν, μὴ ἆρα ὡς Σαβέλλιος φρονεῖ, οὕτω καὶ οὗτοι λέγουσιν ἐπὶ ἀναιρέσει τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, ὡς ἀνουσίου ὄντος τοῦ Υἱοῦ, ἀνυποστάτου τοῦ ἁγίου Πνεύματος; Οἱ δὲ καὶ αὐτοὶ διεβεβαιώσαντο μήτε τοῦτο λέγειν, μήτε οὕτω πεφρονηκέναι πώποτε· ἀλλ ὑπόστασιν μὲν λέγομεν, ἡγούμενοι ταὐτὸν εἶναι εἰπεῖν ὑπόστασιν καὶ οὐσίαν· μίαν δὲ φρονοῦμεν, διὰ τὸ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς εἶναι τὸν Υἱὸν, καὶ διὰ τὴν ταυτότητα τῆς φύσεως· μίαν γὰρ θεότητα, καὶ μίαν εἶναι τὴν ταύτης φύσιν πιστεύομεν, καὶ οὐκ ἄλλην μὲν τὴν τοῦ Πατρὸς, ξένην δὲ τούτου τὴν τοῦ Υἱοῦ, καὶ τὴν τοῦ ἁγίου Πνεύματος. Ἀμέλει κἀκεῖ οἱ αἰτιαθέντες ὡς εἰρηκότες τρεῖς ὑποστάσεις συνετίθεντο τούτοις· καὶ αὐτοὶ δὲ οἱ εἰρηκότες μίαν οὐσίαν τὰ ἐκείνων ὥσπερ ἡρμήνευσαν καὶ ὡμολόγουν, καὶ ἀνεθεματίζετο παρ ἀμφοτέρων τῶν μερῶν Ἄρειός τε ὡς Χριστομάχος, καὶ Σαβέλλιος καὶ Παῦλος Σαμοσατεὺς ὡς ἀσεβεῖς, καὶ Οὐαλεντῖνος καὶ Βασιλείδης ὡς ἀλλότριοι τῆς ἀληθείας, Μανιχαῖος δὲ ὡς ἐφευρετὴς κακῶν· πάντες τε τῇ τοῦ Θεοῦ χάριτι, καὶ μετὰ τὰς τοιαύτας ἑρμηνείας ὁμοῦ συντίθενται τῶν τοιούτων λέξεων βελτίονα καὶ ἀκριβεστέραν εἶναι τὴν ἐν Νικαίᾳ παρὰ τῶν Πατέρων ὁμολογηθεῖσαν πίστιν, καὶ τοῦ λοιποῦ τοῖς ταύτης ἀρκεῖσθαι μᾶλλον καὶ χρᾶσθαι ῥήμασιν.

7. Ἀλλὰ καὶ τὸ περὶ τῆς κατὰ σάρκα οἰκονομίας τοῦ Σωτῆρος, ἐπειδὴ καὶ περὶ τούτου ἐδόκουν φιλονεικεῖν τινες πρὸς ἀλλήλους, ἀνεκρίναμεν καὶ τούτους κἀκείνους, καὶ ἅπερ ὡμολόγουν οὗτοι, συνετίθεντο κἀκεῖνοι, ὅτι οὐχ ὡς εἰς τοὺς προφήτας « ἐγένετο Λόγος Κυρίου, » οὕτω καὶ εἰς ἅγιον ἄνθρωπον ἐνεδήμησεν ἐπὶ συντελείᾳ τῶν αἰώνων, ἀλλ αὐτὸς Λόγος σὰρξ ἐγένετο· καὶ ἐν μορφῇ Θεοῦ ὑπάρχων, ἔλαβε δούλου μορφὴν, ἔκ τε τῆς Μαρίας τὸ κατὰ σάρκα γεγένηται ἄνθρωπος δι ἡμᾶς, καὶ οὕτω τελείως καὶ ὁλοκλήρως τὸ ἀνθρώπινον γένος ἐλευθερούμενον ἀπὸ τῆς ἁμαρτίας ἐν αὐτῷ, καὶ ζωοποιούμενον ἐκ τῶν νεκρῶν, εἰσάγεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὡμολόγουν γὰρ καὶ τοῦτο, ὅτι οὐ σῶμα ἄψυχον, οὐδ ἀναίσθητον, οὐδ ἀνόητον εἶχεν Σωτήρ. Οὐδὲ γὰρ οἷόν τε ἦν, τοῦ Κυρίου δι ἡμᾶς ἀνθρώπου γενομένου, ἀνόητον εἶναι τὸ σῶμα αὐτοῦ, οὐδὲ σώματος μόνου, ἀλλὰ καὶ ψυχῆς ἐν αὐτῷ τῷ Λόγῳ σωτηρία γέγονεν· Υἱός τε ὢν ἀληθῶς τοῦ Θεοῦ, γέγονε καὶ υἱὸς ἀνθρώπου· καὶ μονογενὴς ὢν Υἱὸς τοῦ Θεοῦ, γέγονεν αὐτὸς καὶ πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς. Διὸ οὔθ ἕτερος μὲν ἦν πρὸ τοῦ Ἀβραὰμ Υἱὸς τοῦ Θεοῦ, ἕτερος δὲ μετὰ Ἀβραάμ· οὐδ ἕτερος μὲν ἦν τὸν Λάζαρον ἐγείρας, ἕτερος δὲ πυνθανόμενος περὶ αὐτοῦ· ἀλλ αὐτὸς ἦν ἀνθρωπίνως μὲν λέγων, « Ποῦ Λάζαρος κεῖται; » θεϊκῶς δὲ τοῦτον ἀνεγείρων· αὐτὸς δὲ ἦν σωματικῶς μὲν ὡς ἄνθρωπος πτύων, θεϊκῶς δὲ ὡς Υἱὸς τοῦ Θεοῦ ἀνοίγων τοὺς ὀφθαλμοὺς τοῦ ἐκ γενετῆς τυφλοῦ· καὶ σαρκὶ μὲν πάσχων, ὡς εἶπεν Πέτρος, θεϊκῶς δὲ ἀνοίγων τὰ μνήματα, καὶ ἀνεγείρων τοὺς νεκρούς. Ἐξ ὧν καὶ πάντα τὰ ἐν τῷ Εὐαγγελίῳ οὕτω νοοῦντες, τὸ αὐτὸ φρονεῖν περὶ τῆς σαρκώσεως καὶ ἐνανθρωπήσεως τοῦ Λόγου διεβεβαιώσαντο.